EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: SEG-24, 01081 = IScM-02, 00375 = SEG-27, 00404 = SEG-39, 00680 = IScM-06-02, +00375
EDCS-ID: EDCS-39400318
province: Moesia inferior place:
χαῖρε παροδεῖτα καὶ σ[ύ] // ἕστηκες ἐπʼ ἐννοίᾳ λέγων / ἄρα τίς ἢ πόθεν ἥδε ἄκου/ε δὴ ξεῖνε πάτραν καὶ οὔ/νομα τοὐμόν ἦν μέν μοι / χθὼν τὸ πρὶν Ἑλλάς ἐκ μη/τρὸς Ἀθηναίας ἐφύην πα/τρός τε Ἑρμιονέος Ἐπιφα/νία δέ μοι οὔνομα πολλὴν / μὲν ἐσεῖδον ἐγὼ γαῖαν πᾶσάν / τε ἔπλευσα θάλατταν / ἦν γὰρ ἐμοὶ γενέτης καὶ γαμέτης / ναύκληροι οὓς ἐθέμην / παλαμεσιν ἁγναῖς ὑπὸ τύνβῳ / θανόντας ὄλβιος δέ μοι βίος / τὸ πρὶν ἦν ἐν Μούσες ἐφύην σοφί/ης τε μετέσχον φίλες τε λειπο/μένες ὡς γυνὴ γυνηξὶ πολλὰ πα/ρέσχον εἰς εὐσεβίην ἀφορῶσα / καὶ δὲ κλεινήρη κάματον πολὺν ἐ/νένκαμεν ἔγνω σαφῶς οὐ κατʼ εὐ/σεβίαν εἰσὶν αἱ θνητῶν τύχαι / Ἑρμογένης Ἀνκυρανὸς καὶ Τομίτης / φυλῆς Οἰνώπων τῇ ἑαυτοῦ συνβίῳ / εὐχαριστῶν μνείας χάριν ἀνέθηκα
material: lapis
imprint | data protection | disclaimer |