MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   34732


inscriptions found:  1


publication: IK-57, 00005          EDCS-ID: EDCS-11400010
province: Lycia et Pamphylia         place:
Mandatu L(uci) Fabrici Longi Vibia / Tatia uxor eius et Fabricia Lu/[cill]a f(ilia) et heres Mercu/rium [dedicav]e/runt // [αααααεΔι]ὸς [Ὀλ]υμ[πίου] / [3 τ]άδ[ε φράζει] / [3 ξ]έν[ε δώσει] / δώσει δʼ εὐφροσύνην [ἔργοις ἀνθʼ ὧν σὺ χαρ]ήσ[εις] / [ἀλλʼ Ἀφρ]οδίτη[ν ἱλάσκου καὶ] Μαιϊάδος υἱόν // [ααααγζ]Ἀ[θηνᾶς] Ἀρείας / [χεῖοι τ]έσσαρες [ὄ]ν[τες τρεῖος] εἷς τάδε φρά[ζει] / [ἔχθραν] καὶ κακότητα φ[υγὼν ἥξεις ποτʼ] εἰς ἆθλα / [ἥξεις] καὶ δώσει σοι θεὰ γ[λαυκ]ῶπι[ς Ἀθ]ήνη / [ἔσται] σοι πρ[ᾶξι]ς κατ[αθύμιος ἣν] ἐπιβάλλῃ // [ααααδ] ηΜοιρ[ῶν] / [τέσσ]αρες εἷς πειπ[τ3] / [πρᾶξιν] ἣν [3] / [ἄμφι] δὲ κ[ά]μνοντα [3]ον[3] / [εἰ δʼ ἀ]πό[δ]ημον ἰδέσθαι χρό[νον 3] ἔσται // [ααα]γγθἈετοῦ / [εἰ δέ] κε πείπτωσιν δύο τρεῖο[ι τρεῖς δʼ ἅμα] χεῖοι / [αἰετὸς ὑψ]ιπέτης εἰς δ[εξιὰ χειρὸς ὁδ]είταις / [ὢν ἐ]πὶ μαντείαν ἀγαθ[ήν σὺν Ζηνὶ Μεγίσ]τῳ / [τεύ]ξῃ ἐφʼ ἣν ὁρμ[ᾷ]ς π[ρᾶξιν μηδὲν δὲ] φο[β]ηθῇς // ϛ[αα]αα[ι Δαί]μον[ος Μεγίστ]ου / [ἑξεί]της μοῦν[ος καὶ χ]εῖοι τέσσαρ[ες ὄ]ντε[ς] / [Δαί]μονι ἥν[τινʼ ἔχεις εὐχὴν ἀ]ποδόντι σο[ι] ἔ[σται] / [βέλ]τιον ε[ἰ μέλλεις πράσσειν κατὰ νοῦν ἃ μ]ε[ριμ]νᾷ[ς] / [Δη]μήτηρ γάρ σ[οι καὶ Ζεὺς σωτῆρες ἔσο]ντα[ι] // [α]ααδγ [ιΤύχης Κηδεμόνος] / [εἰ] δέ κε τρεῖς χε[ῖοι καὶ τέσσαρα] καὶ τρίʼ ὁ πέμπτο[ς] / [τ]ὴν πρᾶξιν μὴ π[ράξῃς] ἣν ν[ῦν] ἐπιβάλλῃ / [τ]όν γε νοῦν σὸ[ν ἐ]όντα θε[οὶ κ]ατέχουσιν ἐτʼ [αὐτόν] / [τό]ν τε πόνον [λύσουσι θ]εοὶ κ[αὶ οὐθὲν κακ]ὸν ἔσται // γγγααιαΝείκης / [εἰ] δέ κε τρ[εῖς τ]ρία πείπ[τωσιν χεῖοι δὲ δύο] δʼ ἄλλο[ι] / [νι]κήσεις [λ]ή[μψῃ δʼ ἃ θ]έλε[ις τὰ δὲ πάντα σοι ἔστ]αι / [τι]μητόν σε τιθεῖ [Δαίμων ἐχθρ]ῶν τε κρατήσε[ις] / [βουλὴ δʼ] ἔστ[αι σοι κατ]αθ[ύμιος] ἣν ἐπιβάλλῃ // δδαααιαΝείκης Ἱλαρᾶς / [εἰ δέ κε] πείπτωσιν δύο τέσ[σαρα τ]ρεῖς [δʼ] ἅμα χ[εῖοι] / [τ]ὴν πρᾶ[ξιν πᾶσαν 3 ἔσται] γὰρ ἄμεινον / [τ]όν τε νοσοῦντα θεοὶ [σώσουσʼ] ἀπὸ κλ[ε]ίν[ης] / [καὶ] τὸν ἐν ἄλ[λῳ δήμῳ ἐόντα ἥξει]ν θεὸς αὐδᾷ // δααγγιβἈσκληπιο[ῦ] / [τέ]σσαρα εἷς πέιπτων χεῖοι δύο καὶ δύο τρεῖοι / [πρά]ξει μὲν χειμὼν ἐνκείσεται ἀλλὰ καλόν το[ι] / [καὶ] τὸν κάμνοντʼ ἐ[ν νούσῳ σώσειν θε]ὸς αὐδ[ᾷ] / [τ]όν τʼ ἀπόδημο[ν] ἐό[ντα σώσου]σιν ἐς ο[ἴκους] // αααϛγιβΤύχης Κυβερνώσης / [τρ]εῖς χεῖοι καὶ ἑξείτης πέμπτος τρίʼ ὁ πέμπτο[ς] / [μ]ήπω σπεῦδε μολεῖν οὐκ ἔστʼ ἀλλʼ ἐπίμεινον / [εἰ] δὲ κενοσπούδως χρῄσῃ [ἑαυ]τὸν μέγα βλάψεις / [ἐ]πιμείναντι δὲ καιρὸς καὶ πάντʼ ἐπιτεύξῃ // αααϛδιγἈφροδείτης / [τ]ρεῖς χεῖοι [κ]αὶ [ἑξ]είτης πέμπτος [τέσσαρα πείπτ]ω[ν] / [σ]τέλλε ὅπου χρῄζεις χαίρων σὺ δὲ οἴκαδʼ ἀφί[ξῃ] / [ε]ὑρὼν καὶ πρά[ξ]ας ὅσσα φρεσὶ σῇσι μενοινᾷς / [ἀ]λλʼ Ἀφροδείτην εἱλάσκου καὶ Μαϊάδος υἱόν // αγγγγιγΔιὸς καὶ Ἀθηνᾶς / [εἷς] χεῖος τρεῖοι δʼ οἱ τέσσαρες εἰ πείπτωσιν / [εἰς] πρᾶξιν πᾶσαν ἀγα[θ]ὸς καὶ ἑτοῖμος ἐπʼ ἔργον / [τ]όν γε νοῦν σὸν ἐ[όν]τα θεοὶ σώσουσιν ἑτοίμ[ως] / καὶ περὶ τῶν ἄλλων μαντεί[ω]ν ἐστὶ καλόν σο[ι] // ααγδδιγὩρῶν / [6] / [6] / [β]ουλήν ἣν πράσεις θεὸς οὐκ ἐᾷ ἀλλʼ ἐπίμεινον / δεινὸν δʼ εἰς ἔριν ἔ[ρχ]εσθαι καὶ ἀγῶνα δίκην τε // αγγγδ ιδ Ποσειδῶνος / εἷς χεῖος καὶ τρία τρεῖς καὶ τέσσαρες εἷ(ς) θεὸς αὐδᾷ / λακτίζεις πρὸς κέντρα πρὸς ἀντία κύματα μοχθεῖς / ἰχθὺν ἐν πελάγει ζητεῖς μὴ σπεῦδʼ ἐπὶ πρᾶξιν / [οὔ σοι χρήσι]μόν ἐστι θ[εοὺς βιάσασ]θαι ἀκαίρως // [ϛααγγ] ιδ Δαίμονος / [μοῦνος δʼ ἑξ]είτης χεῖοι δύο καὶ τρία δισσοί / [μηδὲ σὺ φρικ]τὰ νόει μηδʼ ἀντία Δαίμοσιν εὔχου / [δεινὰ φρονε]ῖς οὐθὲν γὰρ ὀνήσιμόν ἐστιν ἀπʼ αὐτοῦ / [οὐδʼ ὁδόν ἣν σ]τείχεις κέρδος τί σοί ἐστιν ἀπʼ αὐτῆς // [δδδααι]δ Ἀγαθοῦ Δαίμονος / εἰ δέ κε πείπτωσιν τρεῖς τέσσαρα χεῖοι δὲ δυʼ ἄλλοι / ἡγεμονεύσει σοι Δαίμων ὁδόν ἣν ἐπιβάλλῃ / π⟦3⟧έμψει δʼ εἰς ἀγαθόν σε φιλομμείδης Ἀφροδείτη / σὺν καρποῖς ὕπαγε καὶ ἀπήμονι Μοίρῃ // αγγδδιεΔιὸς Σωτῆρος / εἷς χεῖος τρία πείπτοντες δύο τέσσαρα δʼ οἱ ἄλλοι / ἣν ἐπιβάλλῃ πρᾶξιν θαρρῶν ἴθι πράσσε / ἐνχείρει καλὰ μαντεῖα θεοὶ τάδʼ ἔφηναν / μήτʼ ἐπὶ νοῦν ἀλέου οὐθὲν γάρ σοι κακὸν ἔσται // αααϛϛιεΔιὸς Ἄμμωνος / χεῖοι τρεῖς δύο δʼ ἑξεῖται τάδε σοι θεὸς αὐδᾷ / ἣν φρεσὶν ὁρμαίνεις ἰέναι ταύτην ἴθι θαρρῶν / πάντα σοι θεὸς εὖ δώσει πράξεις δʼ ὅσα βούλει / Ζεὺς ὑψιβρεμέτης σωτὴρ καὶ πάντα σοι ἔσται // γγγγγιεΤύχης Σωτείρης / εἰ δέ κε πάντες ὁμοῦ πείπτωσιν τρεῖοι ὁμοῖοι / ἥδε νέον τίκτουσα βρέφος ξηροὺς ἔχε μαστούς / ἀλλὰ πάλιν βλάστησε καὶ ἀπέρρευσε γάλακτος / καὶ τότε ἕξεις καρποὺς περὶ ὧν μʼ ἐπερωτᾷς // δγϛααιεΔιὸς Ξενίου / τέσσαρα εἷς καὶ τρία ἑξείτης χεῖοι δὲ δυʼ ἄλλοι / πρᾶξιν ἐφʼ ἣν μέλλεις ἰέναι μὴ σπεῦδʼ οὔπω γὰρ ὁ καιρός / ἐν νούσῳ δέ τʼ ἐόντα θεοὶ σώσουσιν ἑτοίμως / καὶ τὸν ἐν ἄλλῃ χώρᾳ ἐόντα ἥξειν θεὸς αὐδᾷ // ϛγγγαιϛἩρακλέους / ἑξείτης εἷς τρεῖς δὲ τρία καὶ πέμπτος ὁ χεῖος / οὔπω καιρὸν ὁρῶ σπεύδεις δὲ σύ μὴ κενὰ μόχθει / μηδʼ ὥς τίς τε κύων τυφλὴν ἐκύησε λοχείην / ἥσυχα βουλεύου καί σοι θεὸς ἡγεμονεύσει // ϛδδααιϛἌρεως / ἑξείτης εἷς δύο τέσσαρα καὶ δύο χεῖοι / τί σπεύδεις μένʼ ἐπʼ ἡσυχίης οὔπω γὰρ ὁ καιρός / εἰ δὲ κενοσπουδεῖς ματαίως ἀνέτοιμα διώκεις / οὔπω καιρὸν ὁρῶ μεικρὸν δὲ παρεὶς ἐπιτεύξῃ // δγγγγιϛΚρόνου / τέσσαρα πείπτων (εἷς) τρία τέσσαρες ἄλλοι / [σ]κορπίοι ἑστᾶσιν καθʼ ὁδόν μὴ σπεῦδʼ ἐπὶ πρᾶξι[ν] / [ἣ]ν μέλλεις μεῖνον δέ καὶ ὕστερον ἔσται ἃ βούλει / [οὔ]τε γὰρ ὠνεῖσθαι τόδε λώιον οὐτʼ ἀποδόσθαι // δδδαγιϛἈπόλλωνος Δελφικοῦ / [τέ]σσαρα τρεῖς καὶ εἷς χεῖος καὶ τρεῖος ὁ πέμπτος / μὴ σπεῦδʼ οὔπω καιρὸν ὁρῶ μετὰ ταῦτα δὲ πράξεις / πάντα κατὰ γνώμην καί σοι θεὸς ἡγεμονεύσει / μήτε γὰρ ὠνεῖσθαι σπεύσῃς τόδε μήτʼ ἀποδόσθαι // ϛϛααγιζΕἴσιδος Σωτείρης / [δι]σσοὶ δʼ ἑξεῖται δύο χεῖοι τρεῖος ὁ πέμπτος / [εἰσα]φικοῦ ἐκ τρίποδος φθόνγον δέχου ἔσται ὁ καιρὸς / [πλ]ήρης καὶ θαλαμῶν σὺ γαμήσας οἴκαδʼ ἀφείξῃ / [πει]ρανεῖς ἃ θέλεις πράξας εὑρὼν δʼ ἃ μεριμνᾷς // αϛγγδιζἙρμοῦ Σωτῆρος / [χ]εῖος καὶ ἑξείτης δύο τρεῖοι τέσσαρʼ ὁ πέμπτος / οὐθέν σοι λυπηρὸν ὁρῶ περὶ ὧν μʼ ἐπερωτᾷς / μηδʼ ὀλιγοψύχει θαρρῶν ἴθι πάντα δʼ ἃ χρῄζεις / εὑρήσεις εὔχη τʼ ἔσται καὶ καιρὸς ἄμεμπτος // δδγγγιζΣεράπιδος / τέσσαρα δʼ εἰ πείπτωσιν δύο καὶ οἱ τρε(ῖ)ς τρεῖοι / θάρσει ἀγωνίζου Ζεὺς Κτήσιός ἐστιν ἀρωγός / τόν τε σὸν ἀντίπ[αλ]ον κολάσῃ κʼ ὑποχείριον ἕξεις / δώσει δʼ εὐφροσ[ύνην] ἔργοις ἀνθʼ ὧν σὺ χαρήσῃ // α[δδδδιζ]Νεμέσεως / [εἰ] δὲ πε[ίπτει μοῦνος χεῖ]ος καὶ τέσσαρες ἄλλοι / [νῦ]ν σ[οι πάντα τελεῖ Δαίμω]ν καὶ εἰς ὀρθὸν ὁδηγε[ῖ] / [πράξεις πᾶν κατὰ νοῦν καὶ μηκέτι] τρῦχε σε[αυτόν] / [6] // ϛϛααδιηἈδραστείας / τὴν πρᾶξιν πράσσων ἐνχείρει ἔσται γὰ[ρ ὁ καιρός] / ἔν τε μέσοις χαλεπὴ καὶ κίνδυνος παρά[κειται] / καὶ περὶ τῶν ἄλλων μαντείων ἐστὶ καλ[ῶς σοι] // αϛδδγιηΔιὸς Κεραυνίο[υ] / οὐκ ἔστιν πράσσοντα κατὰ γνώμην ἃ μεριμ[νᾷς] / οὔτε γὰρ ἐν ἄλῳ δήμῳ ἰέναι σύμφορόν ἐ[στιν] / οὔτε ὠνούμενος αἰσθήσει οὔτε ὀνήσιμον [ἔσται] // δδδγγιηΔαίμονος Μεγίστο[υ] / οὔ σοι ὁρῶ βουλὴν τήνδʼ ἀσφαλῆ ἀλλʼ ἀνάμει[νον] / εὖ πράξεις ἔσται δὲ τύχη μετὰ ταῦτα τὰ νὺν δὲ / ἥσυχος ἴσθι θεοῖς πείθου καὶ ἐπʼ ἐλπίδος ἴσθ[ι] // ϛγγγγιηἈγαθοῦ Κρόνου / μὴ σπεύσῃς {ης} Δαίμων ἀντίσ(τα)ται ἀλλʼ ἀνάμει[νον] / μηδʼ ὥς τίς τε κύων τυφλὴν ἐκύησε λοχείην / ἥσυχα βουλεύου καί σοι χαριέντα τελεῖται // ϛϛαγγιθἘλπίδος Ἀγαθῆς / ἑξεῖται δύο δύο τρεῖοι καὶ μοῦνος ὁ πέμπτος / εὔοδά σοι πάντʼ ἐστὶ καὶ ἀσφαλῆ ὧν μʼ ἐπερωτᾷς / μηδὲ φοβοῦ Δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντα / παύσει γὰρ λύπης χαλεπῆς λύσει δʼ / όνοιαν // δδδϛαιθΔιὸς Κτησίου / θαρσῶν ἐνχείρι καὶ ἐφʼ ἐλπίδος ἐστὶν ὁ χρ[η]σμός / ὦ ξένε μανύει καὶ τὸν νοσέοντα σεσῶσθαι / εἰ δέ τι μαντεύῃ χρέος ὃ χρῄσζεις ἀπολήμψῃ / ⟦6⟧ // γδδδδιθἙρμοῦ Κερδενπόρο[υ] / Ζεὺς ἀγαθὴν βουλὴν σαῖσι φρεσίν ὦ ξένε δώσει / ὧν ἕνεκʼ ἔσται πᾶν καλῶς ἐπιτεύξῃ ἃ βούλε[ι] / εὑρήσεις δὲ ὅσα μαντεύῃ καὶ οὐδέν σοι κακόν // γγγϛδιθΝείκης / μαντείαν ἀγαθὴν ἐνέπεις ξένε τήνδε νοήσα[ς] / πράξεις δὲ ὅσα {οσα} θέλεις καὶ συνλήνπτωρ θεὸς ἔστ[αι] / νεικήσεις καρποὺς λήμψῃ καὶ πάντʼ ἐπιτεύξῃ // δδδδδκΜοιρῶν Ἀδυσωπητῶν / ἠέλιος δὲ δέδυκεν ἐφέστηκεν δʼ ὀλοὴ νύξ / πάντα δʼ ἀμαυροῦται παῦσαι περὶ ὧν μʼ ἐπερωτᾷς / οὔτε γὰρ ὠνεῖσθαι τόδε λώιον οὔτε ἀποδόσθα[ι] // δγϛϛακΣελήνης / τὴν πρᾶξιν ταύτην μήπω πράξεις οὔκ ἐστί σοι ἐσθ[λόν] / τὸν ξεῖνον (νο)σ{ο}έοντα σῴζειν θεὸς αὐδᾷ / εἰ δὲ φόβος τις ἔνεστιν οὐκ ἔσται σοι κακὸν οὐθέν // ϛδδγγκΔιοσκόρων Κηδεμόνω[ν] / οὐκ ἔστιν σπεύδοντα τυχεῖν ὅσα καιρὸς ἀνώγει / κέρδος ἔχεις πάντη δὲ ἐστὶ νέφος ἐκ κακότητος / δύσμορος ἡ πρᾶξις μοχθηρὰ δὲ πάντα φύλαξαι // ϛϛϛαακἩφαίστο[υ] / οὐκ ἔστιν πρᾶξαί [τι ματὴν] / [μὴ] δὴ κενὰ μόχθει καὶ μὴ πάν[τα] λίθ[ον] / κίνει μὴ [καὶ] σκορπίον εὕρῃς / [6] / [6] // ϛϛδδακαΔήμητρος / εὔοδά σοι πάντα ἐστὶ καὶ ἀσφαλῆ περὶ ὧν μʼ ἐπερωτᾷς / μηδὲ φοβοῦ Δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντα / καὶ οὐθέν σοι λυπηρὸν ὁρῶ θαρρῶν δὲ βάδιζε // δδδϛγκαἩλίου Φωσφόρου / ὅσσα θέλεις πράξεις εὑρήσεις ὅσσα μεριμνᾷς / ἐνχείρι ξένε θαρρήσας πάντʼ ἐστὶν ἑτοῖμα / τἀφανὲς εὑρήσεις σωτήριον ἦμαρ ἀπίξῃ // γγγϛϛκαΤύχης ἐπὶ καλὰ προβιβαζούσης / εἰσ(ὶ) καλα(ὶ) πράξεις σπεύδει(ν) δέ σε χρησμὸς ὅδʼ αὐδᾷ / ἐκφεύξῃ γὰρ νούσου χαλεπῆς πάντων γε κρατή/σεις καὶ τὸν ἀλώμενον ἐν ξενίῃ χώρῃ ἥ/ξειν θεὸς αὐδᾷ // αϛϛϛγκβΜοιρῶν Ἐπιφανῶν / εἰς στόμα μὴ δοῖς χεῖρα λύκῳ μή σοί τι γένηται / δυσχερές ἐστιν πρᾶγμα περὶ οὗ πεύθῃ καὶ ἄπιστον / ἀλλʼ ἡσύχιος μένε τῆς ἀπόδου καὶ ἀγορασμοῦ // δδδδϛ κβΠοσειδῶνος / εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γρά|[ψ]αι / ἀμφότερος μόχθος τε κενὸς καὶ πρᾶξις ἄκαρπος / μηδὲ βιάζου θνητὸς ἐὼν θεόν ὅς σέ τι βλάψει // δγγϛϛκβἌρεω[ς] Θουρίου / μὴ βαίνε(ιν ὁδό)ν ἣν μέλλεις ξένε τήνδε γὰρ οὐδείς / [αἴθ]ων ἐσχώρησε λέων μέγας ὃ[ν] πεφύλαξαι / [δει]νός ἄπρακτος ὁ χρησμός ἐπʼ ἡσυχίῃ δʼ ἀ/νάμεινον // [α]ϛϛϛδ κγ Ἀθη[νᾶς] / Παλλάδʼ Ἀθηναίην τε[ίμ]α καὶ πά[ντα σοι ἔσται] / ὅσσα θέλεις καί σοι τὰ δε[δογμένα πάντα τελεῖται] / λύσει δὲ ἐκ δε[σμῶν 3] // ϛϛδδγ [κγ Εὐφροσύνης] / στέλλε ὅπου σοι θυ[μὸς 3] / εὑρὼν καὶ πράξας κατὰ [νοῦν 3] / εὐφροσύνην ὠνεῖσθαι πω[λεῖν 3] // ϛϛϛγγ κδ Ἀπό[λλωνος] / μίμνειν μὴ πράξῃς Φοίβου χρη[σμοῖσι πείθου] / ἐν χρόνῳ καιρὸν τηρεῖν νῦν δʼ ἥσυ[χος ἴσθι] / μεικρὸν ἐπισχὼν τελέσεις πάν[θʼ ὅσσα μεριμνᾷς] // δδδϛϛ κδ Κρόνου Τεκνο[φάγου] / μίμνε δόμων ἐπὶ σῶν πάλι μηδʼ ἄλ[λοθι βαῖνε] / μή σοι θὴρ ὀλοὸς καὶ ἀλάστωρ ἐνγύθεν [ἔλθῃ] / οὐ γὰρ ὁρῶ πρᾶξιν τήνδε ἀσφαλῆ οὐδὲ β[έβαιον] // ϛϛϛδγ κε Μηνὸς Φωσφόρου / θάρσει καιρὸν ἔ[χ]εις πράξεις ἃ θέλεις καιροῦ τε ἐπ[ιτεύξῃ] / εἰς ὁδὸν ὁρμηθῆναι ἔχει {ς} καιρόν τινα μόχθο[ς] / ἔργον δʼ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκη[ν τε] // ϛϛϛϛα κε Μητρὸς Θεῶν / ὡς ἀρνῶν κρατέουσι λύκοι κρατε(ρ)οί τε λέοντε[ς] / βοῦς ἕλικας πάντων τούτων δʼ ἔ[τ]ι καὶ σὺ κρατήσ[εις] / καὶ πάντα ἔσται σοι ὅσσα ἐπερωτᾷ[ς] σὺν Διὸς Ἑρμ[εῖ] // ϛϛϛδδ κϛ Διὸς Καταχθονίου / ἡ πρᾶξις κωλύματʼ ἔχει μὴ σπεῦδʼ ἀλλʼ ἀνάμ[εινον] / [λ]υπηρά τις ὁδὸς καὶ ἀμήχανος οὐδὲ προσικ[τή] / ὠνεῖσθαι χαλεπὸν καὶ πωλεῖν τι βλάβος ἔσ[ται] // ϛϛϛϛγ κζ Ἀφροδείτης Οὐρανία[ς] / οὐρανόπαις Ἀφροδείτη Ἐρώτων πότνιʼ ἄνα[σσα] / [πέ]μπει μαντείαν ἀγαθήν δώσει ὁδόν σ[οι] / ἐκφεύξῃ τε νόσου κα[ὶ] φροντίδος αἰνεσιθύ[μου] // ϛϛϛϛδ κη Βλάβης / οὐκ ἔστιν πρᾶξαι τι μάτην μὴ δὴ κενὰ μόχθ[ει] / μή σοι σπεύδοντι βλάβος τι γένηται / οὔτε γὰρ εἰς ὁδὸν ὁρμᾶσθαι καλὸν οὔτʼ ἀγο[ράζειν] // ϛϛϛϛϛ λ Ἑρμοῦ Τετραγώνου / μὴ βαῖνʼ οὗ μέλλεις μείναντί vac σοι ἔσται ἄμ[εινον] / ἐκθρὸν γάρ σοι ὁρῶ μεῖνον μετὰ ταῦτα δὲ ἔ[σται] / τόν τε φόβον λύσει καὶ τὸν κάμνοντα δὲ σ[ώσει]
inscription genus / personal status: mulieres;  tituli operum;  tituli sacri;  tria nomina;  viri
material: lapis


imprint data protection disclaimer