EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Bitte senden Sie PDFs Ihrer neuen Inschriftenpublikationen. |
Gefundene Inschriften: 1
Publikation: AE 1926, 00073
Datierung: 128 bis 129 EDCS-ID: EDCS-78300688
Provinz: Galatia Ort:
ἀγαθῆι τύχηι / ψήφισμα τῶν ἀπὸ τῆς οἰκουμένης πε/ρὶ τὸν Διόνυσον καὶ Αὐτοκράτορα Τρα/ιανὸν Ἁδριανὸν Σεβαστὸν Καίσαρα / νέον Διόνυσον τεχνειτῶν ἱερο[νει]/κῶν στεφανειτῶν καὶ τῶν τούτων συ[ν]/αγωνιστῶν καὶ τῶν νεμόντων τὴν ἱερὰν / θυμελικὴν σύνοδον ἐπειδὴ προτα/θεὶς ὑπὸ τῆς ἱερωτάτης βουλῆς Οὔλπιος / Αἴλιος Πομπειανὸς(!) ἀγωνοθετῆσαι τὸν ἀ/γῶνα τὸν μυστικὸν δοθέντα ὑπὸ τοῦ Αὐ/τοκράτορος ἐν ὀλίγαις τῇ πόλει τῇ τε χει/ροτονίᾳ ταχέως ὑπήκουσεν καὶ τὸν ἀγῶ/να διαφανῶς ἐπετέλεσεν ἐκ τῶν ἑαυτοῦ μη/δεμιᾶς ἀπολειφθεὶς λαμπρότητος καὶ μεγα/λοψυχίας ἀλλὰ τήν τε εὐσέβειαν τῆς πατρίδος / εἰς ἀμφοτέρους τοῦς θεοὺς ἐπεψήφισεν / καὶ τὰς ἐπιδόσεις πάσας δὲ ἀφειδῶς ἐποιήσα/το πρὸς μηδεμίαν δαπάνην ἀναδύς καὶ τῷ τε / τάχει τῆς σπουδῆς ὁδεύοντας ἤδη τοὺς ἀγωνι/στὰς ἀνεκαλέσατο καὶ παντὶ μέρει τοῦ μυστηρί/ου [ἐπή]ρκεσεν τῇ μὲν συνόδῳ τὰ ἆθλα προθεὶς / [τὸν δὲ μυστι]κὸν ἀγῶνα κατασχὼν ὡς προκεκρ[ι]/[μένος μόνος] εὖ ποιεῖν τὴν πόλιν / [δεδόχθαι οὖν] ἡ(μ)εῖν ὑπὲρ τοῦ τετηρῆσθαι μὲν / [τὰς τειμὰς τῷ τε] Αὐτοκράτορι καὶ τῷ Διονύσῳ διασε/[σῶσθαι δὲ εἰς τὸν] ἀγῶνα τῇ πόλει τὸν ἄνδρα τετιμῆ/[σθαι ἀνδριάντ]ι ὃς ἀναστήσεται ἐν ἐπιφανεστά/[τῳ μὲν τόπῳ τ]ῆς μητροπόλεως ἰδίῳ δὲ τῶν ἀγω/[νιζομένων ἐ]ν τῷ θεάτρῳ παράδιγμα κάλλιστον / [ἀρετῆς τοῖς θε]ωμένοις ᾧ καὶ τὸν εἰσιόντα ἀγωνι/[στὴν εἰς μυστικ]ὸν ἀγῶνα ἐψηφίσθαι στεφάνους / [εἰσφέρειν] εἰ δὲ μὴ εἴργεσθαι τοῦ ἀγῶνος ἀχαρι/[στίας πρὸς τὸν ἄ]ριστον ἄνδρα ἕνεκεν καὶ ἀπειθε[ί]/[ας τῶν ἐψηφι]σμένων τῇ συνόδῳ ἀναστῆσαι δὲ / [τοῦ ἀνδρὸς ἀ]νδριάντα καὶ ἐν νέᾳ πόλει τῷ [δὲ με]/[γίστῳ Αὐτοκρά]τορι Καίσαρι Τραιανῷ Ἁδριανῷ Σ[εβα]/[στῷ καὶ τῷ κ]ρατίστῳ ἡγεμόνι Τρεβίῳ Σεργιαν[ῷ] / [μαρτυρῆσαι] διὰ ψηφίσματος τήν τε τοῦ ἀνδρὸς / [μεγαλομέρ]ειαν καὶ τὴν τῆς συνόδου δικαίαν / [εὐχαριστίαν] ἰσηγησαμένου Γαΐου Ἀντωνίου Πολ/[3]ως κωμῳδοῦ ὀλυμπιονείκου ἐ/[πιψηφισαμέν]ου Γαΐου Ἰουλίου Κολλήγα Νεο/[καισαρέως κωμῳ]δοῦ παραδόξου ἐγένετο ἐν / [τῇ μητροπόλει τῆ]ς Γαλατίας Ἀγκύρᾳ ἀγῶνος τε/[λουμένου μυσ]τικοῦ ἐπὶ ἑλλαδάρχου Οὐλπί/[ου Αἰλίου Πομπε]ιανοῦ(!) καὶ ἀρχιερέως Μεμμίου / [3]ου Διονυσίου τοῦ ἑλλαδάρχου / [ἐπὶ πρώτου(?) ἄρχο]ντος Τίτου Φλαουίου Ἰουλια/[νοῦ [3] γραμ]ματέως Ἀλεξάνδρου Σωπά/[τρου 3 καὶ] Λαοδικέως κιθαρῳδοῦ σεβαστο/[νείκου παραδόξου τ]οῦ τρὶς ἀρχιερέως νομοδε[ί]/[κτου 3 Ἐ]πόπτου Τρωαδέως πλεισ[το]/[νείκου ἐπὶ ὑπάτων Ν]ωνίου Τορκ[ουά]του Ἀσπρή/[να καὶ Μ(άρκου) Ἀννίου Λίβωνο]ς πρὸ ϛʹ εἰδ(ῶν) Δεκεμβρίων
Inschriftengattung / Personenstatus: Augusti/Augustae; officium/professio; tituli honorarii; tituli sacri; tria nomina; viri
Material: lapis
Impressum | Datenschutzerklärung | Haftungsausschluss |