MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

Abkürzungen

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Bitte senden Sie PDFs Ihrer neuen Inschriftenpublikationen.
KU-Logo

Recherche Nr. heute:   8931


Gefundene Inschriften:  1


Publikation: AE 1951, 00006
Datierung:bis 100         EDCS-ID: EDCS-81900025
Provinz: Aegyptus         Ort:
κλῦθι Ποσ(ε)ίδαον γαιήοχε κυανοχαῖτα / τρεῖς γάρ τε Κρόνου ε(ι)μὲν ἀδελφεοί οὓς τέκε/tο Ῥέα / Ζεὺς κἀγώ τρίτα/το(ς) δʼ Ἀΐδης ἐνέροισιν ἀ/νάσσει / τριχθὰ δὲ πάν/τα δέδασται ἕκαστος [δʼ] ἔμμορε τιμῆς / ἦ τοι [ἐγ]ὼν ἔλαχον πολιὴν [ἅλα] ναιέμεν αἰεί / παλ[λομέν]ων Ἀΐδης δʼ ἔλα[χε ζόφο]ν ἠερόεντα / [Ζεὺς δʼ ἔλ]αχʼ οὐραν[ὸ]ν [εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν] / [γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς] [Ὄλυμ]πος / [μηδὲν ἁμαρ][τεῖν] ἐστι θεῶν [καὶ πάντα] κατορθοῦν / [εἴ τις ἔρο]ιτο βρότων τίς ἐν[έγλαψ]εν τάδε πέτρῃ / ἠδ[ὲ τίς] ἱδρώσας ἔργον τόσ[ον] ἐξεπόνη(σ)εν / φράζ[ε] μάλʼ ἀτρεκέως μιν ἵνʼ ἄσβεστον κλέος ε[ἴ]η / εὐσεβέα Πτολεμαῖον ἴδʼ Ἄγριον οὔνομά μʼ ἄμφω / Ζεῦ κύδιστε μέγιστε κελα[ινεφὲς αἰθέρι ναίων] / εἷς Καῖσαρ μέγας Αὐτοκράτωρ εἷς κοίρανος ἔστω / εἷς βασιλεύς ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτης / Ζῆνα μέγαν Κρονίδην ὑψίζυγον ἀργικέρ[αυνον] / [αὔω] ἅμα προφρόν[ως βαρύκτυ]πον Ἐννοσίγ[αιον] / [3] ΑΙΝΕΦΙΛ[3]ΡΗΝΑ 3] / [ // Ἀφρ]οδίτην] / [Φοῖβόν τʼ Ἀπό]λλωνα καὶ Ἄρτε[μιν ἰοχέαιρ]αν / Ἡφαίστοιο μέ[νος 3]ν τʼ ἐριούνιον Ἑρμῆν / [3]ον Δήμητρα φίλην [3] πουλυβότειραν / δώ[δεκα] οὓς σὺν Ζηνὶ θεοὺς μά[καρας] καλέουσιν / [τὰς μ]ὲν ν(ε)ιοφύτους Πτολεμάγρι[ος ἐξ]επόνησεν / περσείας πάσας [π]αισὶν ὁμοῦ καταθείς / τὰς δὲ [π]αλαιοφύτους αὔας οὔσας ὑπε[ρ]ήμων / χώρων κτιστύι νῦν σῶσεν ἀφαυομένας [Ἆρες Ἆρες βροτολοιγὲ] μιαιφόνε τ(ε)ιχεσιπλῆτα εἰμὶ μὲν ἐξ ἱερης στρατιῆς ὅπλοισιν ἀ(ρ)ωγός / Καίσαρος ἐν πολέμοις ἠδʼ Ἄρεος θεράπων / πολλὰ δʼ ἐν εὐ(σ)εβέεσ(σ)ι θεῶν ἔργοις μεμόγηκα / σώματι καὶ θυμῷ γήραο[ς οὐ]κ ἀλέγων / οὕνεκʼ ἐπαιν[ή]σαντες ἐπʼ εὐτάκτοιο [βίοιο(?)] / [νοῦ]ν τε σαοφροσύνη[ν τʼ[3] / [3]Ε[3] / [3]ΦΟΝΕΝΕ[3] / [Ἄ]γριον(?) ὧδε [3 ἄμ]φω παῖδε δύω [3] / [3 Καλλίμαχος ΕΥ[3] / ταῦτα διʼ εὐσεβίην Πτολ[εμά]γριος ἐξεπόνησεν / τεύξα[ς Οὐ]ρανίδαις καὶ μακάρεσσι θε[οῖς] / πάντʼ ἀπὸ δεξιόφιν Πανὸς μεγάλου παρὰ σηκὸν / ἐς λίμνας Φοίβου μέχρʼ ἱε[ρ]ὰς ἀφίκῃ / Ἄγριος ἱστιάει κατʼ ἔτος δὶς δῆμον ἅπαντα / Πανὸς ὀρεσσινόμοιο κατʼ εἰλαπίνας Φοίβοιο / ἄνδρε δύʼ ἄρχοντας καλέων κατὰ ἔθνος ἕκαστον / [τοῦ τʼ ἔ]θνους ἱερῆας ἑῶ[ν μό]χθων τε συνερ[γοὺς] / εἰς ἑκατὸν δὶς Παν[είοι]ς λυκάβαντος [ἑκάστου] / ἄκρος ἀνὴ/[ρ τό τ]ε ἦθος ὑπὲρ δύναμι[ν] φιλότιμος / ὅδʼ ἐστὶ βίοτος Ἀγρίοιο καὶ τ(έ)κ(ν)ων / φοίνικες εἴσω κεῖν ὁδοῖσι περσεῖαι / ἠδʼ ᾑ μὲν ἵππος δύο σαγηφόροι δ(ὲ) ὗνοι / πολλῶν καθηγητῆρες εὐσεβῶν ἔργων ἐξ ὧν ἀεὶ ζώουσι φιλοσοφῶς λίην / πόνοισι παντοίοισι λειτὰ πρήσσοντε[ς] / ἄτερθε πλούτου καὶ φθόνου κακοζήλου
Inschriftengattung / Personenstatus: tituli sacri
Material: lapis


Impressum Datenschutzerklärung Haftungsausschluss