EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Bitte senden Sie PDFs Ihrer neuen Inschriftenpublikationen. |
Gefundene Inschriften: 1
Publikation: CIL 06, 33976 (p 3906) = IG-14, 02012 = D 05177 = Gordon 00153 = Mander 00050 = IGRRP-01, 00350 = IGRRP-01, 00351 = IGRRP-01, 00352 = IGUR-03, 01336 = BCAR-2000-81 = AE 2000, +00178
Datierung: 94 bis 94 EDCS-ID: EDCS-24100482
Provinz: Roma Ort:
Κ(οίντου) Σουλπικίου / Μαξίμου καίριον / τίσιν ἂν λόγοις / χρήσαιτο Ζεὺς / ἐπιτιμῶν Ἡλίῳ / ὅτι τὸ ἅρμα ἔδωκε / Φαέθοντι / ἡμετέρου κόσμοι/ο φαεσφόρον ἁρμε/λατῆρα / οὐχ ἕτε/ρον πλὴν σεῖο θεοὶ / ποίησαν ἄνακτες / τίπτε κακόφρονα θῆ/κες ἐφʼ ἁψίδεσσιν Ὀ/λύμπου / υἱέα καὶ / πώλων ἄφατον τά/χος ἐγγυάλιξας / ἡμετέρην οὐδʼ ὅσ/σον ὑποδ(δ)είσας ἐπα/ρωγήν οὐ τάδε πιστὰ / θεοῖς σέο δήνεα ποῖ Φα/έθοντος εὐσταθὲς / ἅρμα φορεῖτο τί σου / πυρὸς ἀκ(α)μάτοιο / φλὸξ ἄχρι καὶ θρόνον / ἦλθεν ἐμὸν καὶ ἐπʼ εὐ/ρέα κόσμον μίγνυτο / καὶ κύκλοισιν ὑπερ/μενὲς ἄχθος ἀπʼ εἴ/λης Ὠκεανὸς χέρας / αὐτὸς ἐς οὐρανὸν ἠέρ/ταζε τίς ποταμῶν / οὐ πᾶσαν ἀνεξηραί/νετο πηγήν καὶ σπό/ρος ἐς Δήμητρα κα/ταίθετο καί τις ἄπλα/τον // ἀζαλέην ἔκλαυσε παρὰ / δρεπάναισι γεωργός / σπείρων εἰς ἀχάριστα / μάτην θʼ ὑπὸ κυφὸν ἄρο/τρον ταῦρον ὑποζεύ/ξας ὑπό τʼ ἀστέρα βουλυ/τοῖο κάμψας ἄρρενα γυ/ῖα σὺν ἀχθεινοῖσι βόεσ/σι γαῖα δʼ ὑπέστενε πᾶ/σα κακόφρονος εἵνεκα / κούρου καὶ τότʼ ἐγὼ πυ/ρὶ φέγγος ἀπέσβεσα / μηκέτι παιδὸς / μύρεο λυγρὸν ὄλεθρον / ἑοῦ δʼ ἔχε φροντίδα κόσ/μου μή ποτε χειρὸς ἐμῆς / φλογερώτερον ἔγχος ἀθροί/σῃς γίνωσκʼ οὐρανίοιο / Διὸς νόον οὐ μὰ γὰρ αὐτὴν Ῥεί/ην ἄλλο τι τοῦδε κακώτερον / ἶδεν Ὄλυμπος / κόσμος ἐμὸς σὴ πίστις ἔφυ με/γακυδέος ἔργου οἰχέσθω τὰ / πάροιθε τὰ δʼ ὕστερα φροντί/δι κεῦθε οὐ σὸς ἔφυ πώ/λων γὰρ ἀπείριτον οὐ σθένος / ἔγνω ῥυτήρων οὐδʼ ἔσχε / πολυφραδὲς ἔργον ἀνύσσαι / ἔρχεο νῦν πάλι κόσμον ἐποί/χεο μὴ τεὸν εὖχος ἀλλο/τρίαις παλάμαισι πόρηι/ς ἀμενηνὰ πονήσας / μούνῳ σοὶ πυρόεντος / ἐπειγομένῳ κύκλοιο / ἀντολίη καὶ πᾶσα καλὸς / δρόμος ἔπλετο δυσμή / σοὶ τόδε πιστὸν ἔδωκε / φέρειν νόος ἄφθιτον εὖχος / φείδεο γῆς καὶ παντὸς ἀρι/πρεπέος κόσμοιο ἴσχε δρό/μον μεσάταισιν ἐπʼ ἀψίδεσ/σιν Ὀλύμπου ταῦτα πρέ/ποντα θεοῖς ταῦτʼ ἄρκια μαί/εο δαῖμον μιλίχιον πά/λι φέγγος ὁ σὸς παῖς ὤλεσε / πουλύ καὶ τὸν ἀπειρέσιον / μέγαν οὐρανὸν αὐτὸς ὅδευε / ἥμισυ μὲν γαίης νέρθεν / τὸ δʼ ὕπερθε τανύσσας / οὕτω γὰρ πρέψει ἐτεὸν φάος / Οὐρανίδαισι καὶ φωτῶν / ἀκάκωτος ἀεὶ λειφθήσε/ται εὐχήι πρηυμενῆ / δʼ ἕξεις Ζηνὸς νόον ἢν δʼ ἑτέ/ρη τις // λείπηται σέο / φροντὶς ἀταρβέ/ος ἵστορες αὐτοὶ / ἀστέρες ὡς πυ[ρό]/εντος ἐμοῦ μ[έ]/νος αἶψα κεραυνο[ῦ] / ὠκύτερον πώ/λων σε θεός δέ/μας ἀάσε[ι]εν // D{e}is Manibus sacrum / Q(uinto) Sulpicio Q(uinti) f(ilio) Cla(udia) Maximo domo Roma vix(it) ann(os) XI m(enses) V d(ies) XII / hic tertio certaminis lustro inter Graecos poetas duos et L / professus favorem quem ob teneram aetatem excitaverat / in admirationem ingenio suo perduxit et cum honore discessit versus / extemporales eo subiecti sunt ne parent(es) adfectib(us) suis indulsisse videant(ur) / Q(uintus) Sulpicius Eugramus et Licinia Ianuaria parent(es) infelicissim(i) f(ilio) piissim(o) fec(erunt) et sib(i) p(osterisque) s(uis) // ἐπιγράμματα // μοῦνος ἀπʼ αἰῶνος δυοκαίδεκα παῖς ἐνιαυτῶν / Μάξιμος ἐξ ἀέθλων εἰς Ἀίδην ἔμολον / νοῦσος καὶ κάματός με διώλεσαν οὔτε γὰρ ἠοῦς / οὐκ ὄρφνης μουσέων ἐκτὸς ἔθηκα φρένα / λίσσομαι ἀλλὰ στῆθι δεδουπότος εἵνεκα κούρου / ὄφρα μάθῃς σχεδίου γράμματος εὐεπίην / εὐφήμου καὶ λέξον ἀπὸ στόματος τόδε μοῦνον / δακρύσας εἴης χῶρον ἐς Ἠλύσιον / ζωούσας ἔλιπες γὰρ ἀηδόνας ἃς Ἀιδωνεὺς / οὐδέποθʼ αἱρήσει τῇ φθονερῇ παλάμῃ // βαιὸν μὲν τόδε σῆμα τὸ δὲ κλέος οὐρανὸν ἵκει / Μάξιμε Πειερίδων ἐξέο λειπομένων / νώνυμον οὐδέ σε μοῖρα κατέκτανε νηλεόθυμος / ἀλλʼ ἔλιπεν λήθης ἄμμορον εὐεπίην / οὔτις ἀδακρύτοισι τεὸν παρὰ τύμβον ἀμείβων / ὀφθαλμοῖς σχεδίου δέρξεται εὐστιχίην / ἄρκιον ἐς δόλιχον τόδε σοι κλέος οὐ γὰρ ἀπευθὴς / κείσεαι οὐτιδανοῖς ἰδόμενος νέκυσι / πουλὺ δὲ καὶ χρυσοῖο καὶ ἠλέκτροιο φαεινοῦ / ἔσ(σ)ετʼ ἀεὶ κρέσσων ἣν ἔλιπες σελίδα
Inschriftengattung / Personenstatus: mulieres; tituli sepulcrales; tria nomina; viri
Material: lapis
Impressum | Datenschutzerklärung | Haftungsausschluss |