![]() |
EDCS
|
![]() |
![]() |
Datenbank-Recherche ![]() ![]() ![]() recherches à la banque des données ![]() ![]() EDCS-Journal – Open Peer-Reviewed Online Journal Bitte senden Sie PDFs Ihrer neuen Inschriftenpublikationen. |
![]() |
Gefundene Inschriften: 1
Publikation: IG-14, 00352 = Tyche-2002-159 EDCS-ID: EDCS-39102328
Provinz: Sicilia Ort:
[3] τὸν ὑπὸ κα/[3 κα]τὰ τοῦ ὁρίου ἐς τὸν πο/[ταμὸν 3 καὶ κατ]ὰ τοῦ ποταμοῦ ἕστε ποτὶ / [τὸν ῥοίσκον τὸν ὁρίζοντ]α τὸν βʹ κλᾶρον καὶ ἂν τοῦ ῥο/[ίσκου ἐς τὰν ὁδὸν τ]ὰν ἐπὶ τὰν Ἰπύρραν αἱ ἐλαῖαι αἱ ἐ/[πιγεγραμμέναι] αὗται ἀκολουθέοντι τῷ κλάρῳ τούτῳ / [τὸ 3] τὸ ὑπὸ τὸν ὀχετὸν ἄχρι ποτὶ τὰν κράναν / [τὰν Ἰπύ]ρραν οὐκ ἐργαξεῖται καὶ περίστασιν ἀφησεῖτα[ι] / πό(δας) οʹ παντᾷ τὰ δὲ δένδρεα καρπεύσε(τ)[αι] / [εʹ] ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ποτὶ τᾷ κράνᾳ τᾷ Ἰπύρρᾳ κατὰ τᾶς ὁδοῦ ἐς / τὰν ἐλαίαν τὰν κολοβάν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ / τέ(ρμων) καὶ τᾷ ὁδῷ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἐς / τὸ ὅριον τοῦ δʹ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ δʹ κλάρου αἱ ἐλαῖ/αι αὗται αἱ ἐπιγεγραμμέναι ἕπονται τῷ κλάρῳ τούτῳ / ϛʹ ἀπὸ τᾶς ὁδοῦ τᾶς Ξενίδος κατὰ τᾶς ὁδοῦ τᾶς παρὰ τὸ / Μειλιχιεῖον ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ ῥοίσκου ἐς / τὰν συμβολὰν τοῦ ῥοίσκου καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν / ὁδὸν τὰν Ξενίδα ἀκολουθεῖ τῷ κλάρῳ τούτῳ τὸ ὕ/δωρ τὸ ἐκ τᾶς κράννας καὶ τοῦ βαλανείου τὸ ἀπορρέον / (ζʹ) ἀπὸ τοῦ ὁρίου τοῦ (ϛʹ) κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἀγούσας / ἐπὶ τὸ Τάπανον ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν Θεματεῖ/τιν καὶ ὡς αἱ σκαφιαὶ παρὰ τὰν ἅλον ἐς τὰν ἐλαίαν ἐν ᾇ / τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ / ῥοίσκου ἐς τὰν ὁδὸν τὰν ἐπὶ τὸ Τάπανον αἱ ἐλαῖαι αἱ / ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ / ηʹ ἀπὸ τᾶς σκαφιᾶς τᾶς παρὰ τὰν Θεματεῖτιν ἐς τὸ ῥο/είδιον καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὸν ἀγριέλαιον ἐν ᾧ τέ(ρμων) / καὶ ἐπίστρεμμα ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν ἐλαί/αν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν / ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὸν πέτρον ἐν ᾧ τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ / τέ(ρμων) καὶ ἐς τὰν σκαφιὰν καὶ ἐς τὸν τέ(ρμωνα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ / κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου / ἕστε ποτὶ τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν καὶ ὡς τὰ ὅρια / τοῦ ζʹ κλάρου αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπον/ται τῷ κλάρῳ τούτῳ / θʹ ἀπὸ τοῦ ἀγριελαίου ἐν ᾧ τέ(ρμων) καὶ κατὰ τοῦ ῥοειδίου ἐς τὰν ἐλαίαν / ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν (τὰν) ἐπι/γεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκαφιαὶ (αἱ) παρὰ τοὺς πασσάλους / καὶ κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι ἄχρι ἐς τὰν σκανάν / καὶ ἐκ τᾶς σκανᾶς ἂν τοῦ τοίχου καὶ ὡς (ὁ) τοῖχος ἐς / τὰν σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν τέ(ρμονα) τὸν ὑπὲρ τᾶς ὁ/δοῦ καὶ ἂν τᾶς ὁδοῦ ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ Ἰπύρρᾳ καὶ ὡς / τὰ ὅρια τοῦ ηʹ κλάρου ἁ σκανὰ κοινὰ ποτὶ τὸν μισθωσά/μενον τὸν ιʹ κλᾶρον αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι / αὗται ἕπονται τῷ κλάρῳ τούτῳ / ιʹ ἀπὸ τᾶς σκανᾶς κάτω ὡς αἱ σκαφιαὶ καὶ οἱ πάσσαλοι / ἐς τὸν τοῖχον καὶ ὡς ὁ τοῖχος ἐς τὰν σκαφιὰν καὶ ὡς / αἱ σκαφιαὶ ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕσ/τε ποτὶ τὰν ὁδὸν τὰν ὁρίζουσαν τὸν ζʹ κλᾶρον καὶ / ὡς τὰ ὅρια τοῦ ζʹ καὶ θʹ κλάρου / αιʹ ἀπὸ τοῦ ὁρίου τοῦ θʹ κλάρου κατὰ τᾶς ὁδοῦ τᾶς ἐπὶ τὸ Τά/πανον ἐς τὰν γωνίαν τὰν ἀνωτάταν τοῦ περιτειχίσματος / τοῦ Ταπάνου καὶ ἐκ τοῦ Ταπάνου κατὰ τᾶς ποθόδου τᾶς ἐς τὸ / Ἀδρανιεῖον ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰς σιδέας καὶ / ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ὡς αἱ σκαφιαὶ (αἱ) ὑπὸ τὸν τέρμονα / ἐς τὸ ῥοείδιον καὶ ἂν τοῦ ῥοειδίου ἐς τὰν σκαφιὰν τὰν παρὰ / τὰν Θεματεῖτιν καὶ ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον / αἱ ἐλαῖαι αἱ ἐπιγεγραμμέναι αὗται ἕπονται τῷ κλάρῳ τούτῳ / βιʹ ἀπὸ τοῦ Ταπάνου κατὰ τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ῥοείδιον καὶ κατὰ / τοῦ ῥοειδίου ἕστε ποτὶ τὸν πάσσαλον τὸν παρὰ τὸ ῥοείδιον καὶ / ὡς οἱ πάσσαλοι ἕστε ποτὶ τὸ ὅριον τοῦ αιʹ κλάρου καὶ ὡς τὰ ὅρια / τοῦ αιʹ κλάρου παρεξεῖ πόθοδον ἑξάπεδον ποτὶ τὸ Ἀδρανιεῖ/ον καὶ κʹ πό(δας) ἀποστασεῖ ἀπὸ τοῦ ναοῦ παντᾷ / γιʹ ἀπὸ τᾶς σκαφιᾶς τὰς παρὰ τὸν Ὀπικανὸν κατὰ τοῦ Ὀπικανοῦ / ἐς τὸν ποταμὸν καὶ κατὰ τοῦ ποταμοῦ ἕστε κατὰ τὸν τέ(ρμονα) τὸν / ἐν τῷ κλάρῳ(?) καὶ ἂν τῶν τε(ρμόνων) ἐς τὸν τέ(ρμονα) τὸν ποτὶ τᾷ συκέᾳ τὸν ὑπὸ / τὰν ὁδὸν καὶ ὡς ἁ ὁδὸς ἕστε ποτὶ τὸ ὅριον τοῦ γιʹ κλάρου τοῦ με/γάλου δρυμοῦ καὶ ὡς τὸ ὅριον τοῦ γιʹ κλάρου τοῦ μεγάλου δρυμοῦ / ἐλαιοκόμιον δίκλαρον / περίστασις τῷ ἐλαιοκομίῳ εἴ τίς ἐστι ἱερά ἕπεται οὐ ποιησοῦν/τι δὲ βυρσοδέψιον οὐδὲ μαγειρικὸν οἱ μισθωσάμενοι τὸ ἐλαιοκόμιον // [3]ου κα[ὶ] / [3]ν τὰν ὑπὸ τὸ / [3] ἐς τὸν τέρμονα / [3 τὸ ὅρ]ιον τοῦ θʹ κλάρου καὶ / [3ου τ]οῦ κατὰ τοῦ ῥόου τοῦ Ὀπικανοῦ / [3 κ]αὶ ἐς τὸν τέ(ρμονα) καὶ ἐς τὰν σκαφιὰν τὰν / [παρὰ 3 κ]αὶ ὡς ὁ τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαί/[αν ἐν ᾇ τέ(ρμων) καὶ] ἐς τὸ ὅριον τοῦ ιʹ κλάρου καὶ ἄν τοῦ ὁρίου τοῦ ιʹ [κλά]/(ρ)ου ἕστε ποτὶ τὸ ὅριον τοῦ Πικάττου καὶ ὡς τὰ ὅρια τοῦ / Πικάττου τούτῳ τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αἱ ἐπι/γεγραμμέναι αὗται / βιʹ ἀπὸ τοῦ τέρμονος τοῦ ὑπὸ τὰν Ἀσπίδα ἐς τὸν πλάτα/μον εἷ τέ(ρμων) καὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν σκαφιὰν / καὶ ὡς αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν ἐν ᾇ τέ(ρμων) καὶ ἐς τὰν ὁδὸν / τὰν ἀπὸ (τοῦ) Ταπάνου καὶ ἂν τᾶς ὁδοῦ ἕστε ποτὶ τὸ ὅριον / τοῦ ζʹ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ ζʹ κλάρου ἐς τὸν τέρμο/να καὶ ὡς ὁ τέρμων ἄχρι κατὰ τὸν πλάταμον τούτῳ / τῷ κλάρῳ ἕπονται αἱ ἐλαῖαι αὗται αἱ ἐπιγεγραμμέναι / γιʹ ἀπὸ τοῦ ὁρίου τοῦ αιʹ κλάρου κατὰ τοῦ Ὀπικανοῦ ἐς τὰν σκαφιὰν / τὰν παρὰ τὸν Ὀπικανὸν καὶ ὡς αἱ σκαφιαὶ αἱ ὑπὸ τὸν τέρμονα / ἐς τὰν ὁδὸν τὰν ἄγουσαν ἐπὶ τὸ Τάπανον καὶ ἂν τᾶς ὁδοῦ / ἕστε ποτὶ τὸ ὅριον τοῦ βιʹ κλάρου καὶ ὡς τὰ ὅρια τοῦ βιʹ κλάρου / τοῖς παρὰ τὸν ῥοῦν τὸν Ἄλαισον δαιθμοὺς (ζ)/αʹ ἀπὸ τοῦ ῥόου τοῦ Ἀλαίσου ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πέτρῳ τὸν παρὰ τὰς / πυάλους καὶ ἂν τοῦ ῥάχα ἐς τὸν πέτρον ἐν ᾧ τέ(ρμων) καὶ ἐς τὰν ὁδὸν καὶ / ἂν τᾶς ὁδοῦ ἐς τὸν ῥοίσκον καὶ ἂν τοῦ ῥοίσκου ἐς τὰν σκαφιὰν / τὰν ὑπὸ τῷ τέρμονι καὶ ὡς ὁ τέρμων ὁ ὑπὲρ τᾶς σκαφιᾶς ἕσ/τε ποτὶ τὰν ἅλον καὶ ὑπὲρ τᾶς ἅλου ὡς ὁ τέρμων ὑπὲρ τὰν / σκαφιὰν καὶ ἐς τὰν σκαφιὰν τὰν παρὰ τὰν ἐλαίαν καὶ ὑ/πὲρ τᾶς ἐλαίας ὡς ὁ τρίβος καὶ αἱ σκαφιαὶ ἐς τὰν ἐλαίαν / τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ἐκ τᾶς ἐλαίας ὡς ὁ τέρμων / ὑπὲρ τὰν ἐλαίαν ἐς τὰν σκαφιὰν καὶ ἄνω ἐς τὰς ῥάμνους / καὶ ὡς αἱ ῥάμνοι περὶ τὸν τέρμονα καὶ ἐς τὰν σκαφιὰν / καὶ ἄνω ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ λίθῳ καὶ ὡς ὁ τέρμων ὑπὸ / τὰν ἅλον καὶ ἐς τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ὑπὸ τὸν πύρ/γον ἐς τὸν ῥοίσκον τὸν ὑπὸ τὰν ῥῖνα τὰν ἐν τῷ πύργῳ εἷ / τέ(ρμων) καὶ κατὰ τοῦ ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ / Ἀλαίσου ἐς τὰν ἀρχὰν τᾶς περιωρεσίας ἐν τούτῳ Ἀγρίου / βʹ ἀπὸ τᾶς ῥινὸς τᾶς ἐν τῷ πύργω εἷ τέ(ρμων) ὑπὸ τὸν πύργον ἕστε / ποτὶ τὸν τέ(ρμονα) τὸν ἐν τῷ πύργῳ καὶ ἀπὸ τοῦ τέ(ρμονος) κάτω ὡς αἱ σκαφι/αὶ ἐς τὰν ἀχράδα τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς αἱ σκα/φιαὶ ἐς τὰν ἐλαίαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ἐς τὰν / συκέαν τὰν ἐπιγεγραμμέναν πό(λις) Ἀ(λαισίνων) καὶ ὡς {τ} αἱ σκαφιαὶ ἕστε πο/τὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἐς τὸν ῥοίσκον καὶ κατὰ τοῦ / ῥοίσκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ποτὶ τὸ / ὅριον τοῦ αʹ κλάρου ἐν τούτῳ Ἐλαφέος / γʹ ἀπὸ τοῦ τέ(ρμονος) τοῦ ἐν τῷ πύργῳ τοῦ ὁρίζοντος τὸν βʹ κλᾶρον ἕστε / ποτὶ τὸν ῥοίσκον τὸν ἐκ τοῦ διαπαύματος ῥέοντα καὶ κα/τὰ τοῦ ῥοίσκου ἐς τὰν συμβολὰν τοῦ ῥοειδίου καὶ ἂν τοῦ ῥο/ειδίου ἐς τὸν τέρμονα καὶ ὡς τὰ ὅρια τοῦ βʹ κλάρου / ἐν τούτῳ Ἐλαφέος / δʹ ἀπὸ τοῦ ῥοίσκου τοῦ ἐκ τοῦ διαπαύματος ὑπὸ τὸν πύργον / ἕστε ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τᾶς ῥινὸς τᾶς κα/τὰ τὸ ἱερόν εἷ τὰ χάλκια κατὰ τὸ μαγειρικὸν καὶ κατὰ / τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα εἷ σκαφιά καὶ ὡς ὁ / τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον τὸν ῥέοντα ἐκ τοῦ διαπαύ/ματος τὸν ὁρίζοντα τὸν γʹ κλᾶρον / εʹ ἀπὸ τοῦ τέρμονος εἷ ἁ σκαφιά κατὰ τοῦ ῥοίσκου ἐς τὰν / σκαφιὰν καὶ ὡς αἱ σκαφιαὶ ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν / τοῦ Ἀλαίσου ἕστε ἐς τὸν ῥοίσκον τὸν ὁρίζοντα τὸν βʹ κλᾶ/ρον καὶ ἂν τοῦ ῥοίσκου ἕστε ἐς τὸν τέρμονα τὸν ὁρίζον/τα τὸν δʹ κλᾶρον / ϛʹ ἀπὸ τᾶς ῥινὸς τᾶς κατὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τᾶς κα/τὰ τὰ χάλκια τὰ ποτὶ τῷ μαγειρικῷ ὑπὸ τὸν πύργον ἕσ/τε ποτὶ τὰν ῥεῖνα τὰν πελαστάταν ποτὶ τὸ τυρρίδι/ον καὶ κατὰ τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ἅλον καὶ ἐς / τὸν τέ(ρμονα) καὶ κάτω ὡς αἱ σκαφιαὶ ἐς τὸν τέρμονα καὶ ὡς ὁ / τέρμων καὶ αἱ σκαφιαὶ ἐς τὸν βʹ ῥοίσκον καὶ κατὰ τοῦ ῥοί/σκου ἐς τὸν ῥοῦν τὸν Ἄλαισον καὶ ἂν τοῦ Ἀλαίσου ἐς τὸ / ὅριον τοῦ εʹ κλάρου / ζʹ ἀπὸ τοῦ πύργου κατὰ τοῦ βαθέος ῥόου ἐς τὸν ῥοῦν τὸν Ἄλαι/σον καὶ ἂν τοῦ Ἀλαίσου ἄχρι ποτὶ τὸν αʹ ῥοίσκον καὶ ἂν τοῦ / ῥοίσκου ἄχρι ποτὶ τὸν πύργον ἐν τούτῳ Ἡρακλείδα Ἀπολ/λωνίου καὶ Φιλοξένου Μενίσκου / Σκυρεώνοις δαιθμοὺς ΙΙ+ / αʹ ἀπὸ τᾶς ῥεινὸς καθὼς ὁ πύργος ἄχρι ποτὶ τὰν ῥεῖνα τὰν ἐ/χομέν(α)ν τοῦ βʹ τυρριδίου καὶ ἀπὸ τᾶς ῥεινὸς κατὰ τοῦ ῥοει/δίου ἄχρι ποτὶ τὸν τέρμονα καὶ ὡς ὁ τέρμων (ὁ) ὑπὲρ τᾶς ἅ/λου καὶ ἂν τοῦ ῥάχα ὡς αἱ σκαφιαὶ ἐς τὰν ῥεῖνα ἐν τούτῳ / Ἱστιείου Θέστωνος καὶ Πελαγίου / βʹ ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοίσκου ἕστε ποτὶ τὸν τέρμονα / εἷ σκαφιά καὶ τῷ τέρμονι(?) ἕστε ποτὶ τὸ ῥοείδιον τὸ ῥέον ἀ/νὰ μέσον τῶν γαεώνων καὶ ἂν τοῦ ῥοειδίου ἕστε ποτὶ / τὸν τέρμονα καὶ ὡς ὁ τέρμ(ω)ν ἐς τὸ ῥοείδιον / γʹ ἀπὸ τοῦ τέρμονος κατὰ τοῦ ῥοειδίου τοῦ ἀνὰ μέσον τῶν γα/εώνων ἕστε ποτὶ τὸν τέρμονα εἷ σκαφιά καὶ ὡς ὁ τέρμων / καὶ αἱ σκαφιαὶ ἂν τοῦ ῥάχα ἐς τὸν τέ(ρμονα) καὶ ὑπὲρ τᾶς ἅλου καὶ ἐς / τὸν τέρμονα καὶ ὡς ὁ τέρμων ἄχρι ποτὶ τὸν ῥοίσκον
Impressum | Datenschutzerklärung | Haftungsausschluss |