![]() |
EDCS
|
![]() |
![]() |
Datenbank-Recherche ![]() ![]() ![]() recherches à la banque des données ![]() ![]() EDCS-Journal – Open Peer-Reviewed Online Journal Bitte senden Sie PDFs Ihrer neuen Inschriftenpublikationen. |
![]() |
Gefundene Inschriften: 1
Publikation: SEG-30, 01119 = ISegesta-App, 00003
Datierung: -300 bis -201 EDCS-ID: EDCS-64400327
Provinz: Sicilia Ort:
ἐπὶ Λευκίου τοῦ Καισίου καὶ Φιλωνίδα Φιλ[3] / Ἀδωνίου τετάρται ἰσταμένου ἔδοξε / τᾶι ἁλίαι καθὰ καὶ τᾶι βουλᾶι ἐπειδὴ τᾶς / τύχας καλῶς προαγημένας διώρθωται τὰ κοινὰ / τῶν Νακωναίων συμφέρει δὲ καὶ ἐς τὸν λοιπὸν χρόνον ὁμον[ο]/οῦντας πολιτεύεσθαι πρέσβεις τε Ἐγεσταίων παργεναθέν/τες Ἀπέλλιχος Ἀλείδα Ἀττικὸς Πίστωνος Διονύσιος Δεκ[ί]/ου ὑπὲρ τῶν κοινά συμφερόντων πᾶσι τοῖς πολίταις συνεβο[ύ]/λευσαν δεδόχθαι τοῦ Ἀδωνίου τᾶι τετάρται ἱσταμένου ἁλίαν / τῶμ πολιτᾶν συναγαγεῖν καὶ ὅσσοις ἁ διαφορὰ τῶμ πολιτᾶν / γέγονε ὑπὲρ τῶν κοινῶν ἀγωνιζομένοις ἀνακληθέντας ἐς / τὰν ἁλίαν διάλυσιν ποιήσασθαι αὐτοὺς ποτʼαὐτοὺς προγρα/φέντας ἑκατέρων τριάκοντα οἱ δὲ ὑπεναντίοι γεγονότες ἐν / τοῖς ἔμπροσθεν χρόνοις ἑκάτεροι ἑκατέρων προγραψάντω οἱ δὲ / ἄρχοντες τὰ ὀνόματα κλαρογραφήσαντες χωρὶς ἑκατέ/ρων ἐμβαλόντες ἐς ὑδρίας δυόω κλαρώντων ἕνα ἐξ ἑκα/τέρων καὶ ἐκ τῶν λοι[π]ῶν πολιτᾶν ποτικλαρώντω τρεῖς / πὸτ τοὺς δύο ἔξω τᾶν ἀγχιστειᾶν ἇν ὁ νόμος ἐκ τῶν δικασ/τηρίων μεθίστασθαι κέλεται καὶ ἐς τὸν αὐτῶντα οἱ συν/λαχόντες ἀδελφοὶ αἰρετοὶ ὁμονοοῦντες ἀλλά<λ=Ρ>οις με/τὰ πάσας δικαιότατος καὶ φιλίας ἐπεὶ δέ κα οἱ / ἐξήκο<ν=Μ>τα πάντες κλᾶροι <ἀ=Δ>ερθέωντι καὶ οἱ ποτὶ / τούτους συλλαχόντες τοὺς λοιποὺς πολίτας / πάντας κατὰ πέντε συγκλαρώντω μὴ συγκλα/ρῶντες τὰς ἀγχιστείας καθὰ γέγραπται καὶ ἐς / τὸν αὐτῶντα ἀδελφοὶ καὶ οὗτοι καθὰ [κ]αὶ τοῖς ἔμπροσ/θεν αὐτοῖστα συνλελογχότες οἱ δὲ ἱερομνάμονες τᾶι θυσ[ί]αι / θυόντω α<ἶ=Γ>γα λευκάν καὶ τὰ ποτὶ τὰν θυσίαν ὅσων χρεία ἐστὶ / ὁ ταμίας παρεχέτω ὁμοίως δὲ καὶ αἱ κατὰ πόδας ἀρχαὶ / πᾶσαι θυόντω καθʼ ἕκαστον ἐνιαυτὸν ταύται τᾶι ἁμέραι τοῖ[ς] / γενετόρεσσι καὶ τᾶι Ὁμονοίαι ἱερεῖον ἑκατέροις ὅ κα δοκιμάζων/τι καὶ οἱ πολῖται πάντες ἑορταζόντω παρʼ ἀλλάλοις / κατὰ τὰς ἀδελφοθετίας τὸ δὲ ἁλίασμα τόδε κολαψάμε/νοι οἱ ἄρχοντ<ε=Ο>ς ἐς χάλκωμα ἐς τὸ πρόναον τοῦ Διὸς τοῦ Ὀλυμπίο[υ] / ἀναθέντω
Inschriftengattung / Personenstatus: leges; ordo decurionum; tituli operum; tituli sacri; viri
Material: aes
Impressum | Datenschutzerklärung | Haftungsausschluss |