EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: ZPE-178-126 = ZPE-179-97 = AE 2011, 01143
dating: 151 to 200 EDCS-ID: EDCS-64100192
province: Moesia inferior place:
Εἰναχίας γαίας προλιπὼν περιώνυμον / ἄστυ εἰόνιον τόδʼ ἔβην ἱερὸν πέδον ἄστυ / Τόμοιο οὐ βραδὺς εἰς ἀρετὰν οὐδʼ εἰς (σ)τε/φάνους ἀμύητος ἀλλʼ ἐδάην μὲν ἐ/γὼ κροτάφοις ἐπʼ ἐμοῖσι φορῆσαι στέμμαθʼ ἅ μοι πόρε Μοῦσα θεὰ κατὰ γαῖαν ἅ/πασαν εὖ μὲν ἀπανγέλλων τραφικὸν στί/χον εὖ δὲ ἀείδων ἀλλʼ ἐπὶ οὖν με πόλις / ξεινηδόχος ἔνθα κατέσχε δῶκεν δὲ / φιλίην ἄλοχον δῶκεν δὲ τέκνοιο γονήν μοι / καὶ βίον ἐξετέλεσσα ὅσον θέτο νήματα Μοιρῶν / τύμβον ἔχω δὲ θανὼν ἐρατῷ ἰδίῷ ἐνὶ χώρῳ / ἀνθεμόεντʼ ἀνὰ χῶρον ὅπου καλὰ κλήμα/τα Βάχχου ἤλυθα δʼ ες Ἀίδην προλιπὼν / ἐμὰ δώματα τέκνῳ / ὡς μή τίς με θανόντα κακῶς ῥέξειε πολείτης / λοιπὸν ἀνανκαίον σε μαθεῖν παροδεῖτα κράτιστε / οὔνομά μοι τί πότʼ ἐστι πόλις δέ με γείνατο ποία / Εὐέλπιστον Σώσου με Βυζάντιον εἶπο(ν) ἅπαντες
material: lapis
imprint | data protection | disclaimer |