MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   15446


inscriptions found:  1


publication: AE 2006, 01260
dating: -168 to -167         EDCS-ID: EDCS-66200202
province: Macedonia         place:
Ταγευόντουν Τιμοσθένεος Ἀλεξιαίοι Ἱπ/πολόχοι Ἀλεξιππείοι Πολεμάρχοι Πολεμαρ/χιδαίοι Λυκούρτοι Εὐστρατιδαίοι Δικαίοι / Εὐφορβείοι ταμιευόντουν Πίθουνος Αἰ/σχυλείοι καὶ Πολεμαίοι Ἀμφιαίοι γυμνασι/αρχέντουν Σούεος Φιλαγρείοι καὶ Ἀντιγέ/νεος Φιλοξενείοι Θύοι πεμπεκαιδεκότα / ἀγορᾶς ἐόνσας ἀγ[ορα]νομέντος Ἱππολόχοι Ἀλεξιπ/πεί[ο]ι? Ἱππολόχοι Ἀλεξιππείοι λέξαντος ἔδοξε τοῦ / δάμου τοῦ Λαρισαίουν ὀπειδ[εὶ] Σάτ[υ]ρος Φιλίνειος Ἀ/θα[να]ῖος ἐοὺν φιλόσοφος τὰν ἐνδαμίαν πεποίειτει / χρόνοι πλείονος ὀστρεφόμενος οὑς ποτείνεκε ἀν/δρὶ καλοῦ καὶ ἀγαθοῦ καὶ τὰ κράτιστα καὶ κάλλι/στα τοῦν ἐν τοῦ βίου πάνσας ποτ τὸς πολίτας προθυμίας / καὶ σπουδᾶς (ο)ὐθὲν ἐ[λλεί]πουν καὶ τὸν ἐνεστακόντα πό/λεμον συνμένο[υν] μετὰ τοῦν πολιτᾶν ἔδοξε τοῦ δά/μου τοῦ Λαρισαίουν ἐπαινεῖσειν Σάτυρον Φιλίνειον Ἀ/θ[α]ναῖον ἐτ τοῦ τὰν ἐνδαμίαν ποιεῖσθειν οὑς ποτείνε/κε ἀνδρὶ καλοῦ κα[ὶ ἀ]γαθοῦ καὶ ἐτ τοῦ εὐνόους διεκεῖ/σθειν ποτ τὸς πολίτας καὶ τὸς ἐπιμελείτας ὀπεὶ κε κατε/νέκει ὁ καῖρος περ τὰν πολιτείαν φροντίξειν οὕστε δο/θεῖ αὐτοῦ πολιτεία κατ τὸν νόμον καὶ συμφανὲς εἶ παν/τεσσι διέκι ὁ δᾶμος ὁ Λαρισαίουν περ[ρ]ᾶτει τοῖς ὀρθοῦς / ὀστρεφομένοις καταξίας τίμας καὶ χάριτας ἀτδίδο[υ]/μεν καὶ τὸ ψάφισμα τόνε κύριον ἔμμεν καπ πάντος χρόνο[ι] / τὸς ταμίας ὀγγράψαντας αὐτὸ ἐν κίονα λιθίαν κατ/θέμεν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι καὶ τὰν ὀ/νάλαν κίς κε γινύειτει δόμεν Ὁμολουίοι ὑστέ/ρα ἀγόρας ἐόνσας ἀγορανομέντος Πολεμάρχοι Πολε/μαρχιδαίοι Πολεμάρχοι Πολεμαρχι[δ]αίοι λέξαντος ἔ/δοξε τοῦ δάμου τοῦ Λαρισαίουν Σ[α]τύρου Φιλινείου Ἀθα/ναίου δεδόσθειν πολιτείαν καὶ τὰ λοιπὰ τιμία ὑπαρχέ/μεν αὐτοῦ κάτταπερ καὶ Λαρισαίοις καὶ τὸ ψάφισμα τό/νε κυρίον ἔμμεν καπ πάντος χρό[ν]οι καὶ τὸς ταμίας τό/νε τε καὶ τὸ πρὸ τοῖ γενόμενον περ αὐτοῖ ψάφισμα ἐσδό/μεν ὀγγράψειν ἐν κίονα λ[ι]θίαν καὶ κατθέμεν ἐν τὸ ἱερὸν / τ[οῖ] Ἄπλουνος τοῖ Κερδ[οί]ο[ι] καὶ τὰν ὀνάλαν κίς κε γενεί/τει δόμεν ἀτ τᾶν κοινᾶν ποθόδουν Ὁμολουίοι / δευτέρα ἀγορᾶς ἐόνσας ἀγορανομέντος Πολεμάρ/χοι Πολεμαρχιδαίοι Πολεμάρχοι Πολεμαρχιδαίοι λέξαν/τος ὀπειδεὶ Νούιος Λατῖνος Οὐίοι Μαμερτῖνος παργενόμε/νος καὶ ἐπελθοὺν ἐτ τὰν παρελθόνσαν ἀγόραν ἐνεφά[νισ]/σε πόκ(?)[κ]ι Πατροκλέα τοῖ Ἀστοκλέα παιδὸς ποππετόντος / ἑυτοῦ ἐν Σικελία καὶ ἐμφανίσσοντος διέκι ἀνδραποδι/σθὲς ὑκ κινοῦν στρατιουτᾶν ἐδούλευε ἐπιγ[3]ὸς διέ/κι εἶς ἐλεύθερος καὶ Λαρισαίος ἐξαγγρέμενος εἶς κα[ὶ] / κατεσταούκουν ἐλεύθερον καὶ ἑυτοῖ κυρίον Ἱππ[ολό]/χοι Ἀλεξιππείοι λεξάντος ἔδοξε τοῦ δάμου [τοῦ Λα]/ρισαίουν ἐπαινεῖσειν Νούιον Λατινὸν Οὐίοι Μαμ[ερτῖνον] / [ἐ]τ τᾶ [ἅγ]γρεσι τᾶ ἔχε[ι ποτ τὰν] πόλιν [3] / [3] τοῖ δάμοι το[ῖ Λαρισαίουν 3] / [6]
material: lapis


imprint data protection disclaimer