EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: SEG-34, 00558 = AE 1995, 01377 = AE 1995, 01378
dating: -150 to -131 EDCS-ID: EDCS-67200584
province: Macedonia place:
[6] / [3]ΙΑΙ[3] / [3]ΣΠΕΠΟ[3] / [3]ΗΣ ΑΥΤΟΙΣ[3] / [3 ἐπαινέσαι δὲ καὶ τ]ὸν γραμματέ[α αὐτῶν τὸν δεῖνα τοῦ] / [δεῖνος ἐπί τε τῇ ἐνδημίᾳ] ᾗ ἐποιήσατο καὶ ἐπὶ τ[ῶι παρεισχῆσ]/[θαι τὴν χρείαν ἐν τ]ῶι καθʼ αὑτὸν ἐπ(ι)τηδεύμ[ατι εἶναι δὲ] / [εὐεργέτας καὶ π]ροξένους καὶ αὐτοὺς καὶ ἐκγόνο[υς αὐτῶν] / [καὶ εἶναι τοῖς] δικασταῖς καὶ τῶι γραμματεῖ αὐτῶ[ν] / [ἐμ πάσαις ταῖ]ς ἐν Θεσσαλίαι πόλεσιν καὶ αὐτοῖς καὶ ἐκγό/[νοις πολιτεί]αν ἔγκτησιν ἀσφάλειαν ἀσυλίαν καὶ πολέμου / [καὶ εἰρήνη]ς καὶ τὰ λοιπὰ τίμια καὶ φιλάνθρωπα πάντα ὅσα / [καὶ τοῖς λ]οιποῖς εὐεργέταις τῶν Θεσσαλῶν ὑπάρχει φροντί/[σαι δὲ τ]οὺς κοινοὺς ἄρχοντας ἵνα γένηται ἡ ἀναγραφὴ τού/[του τ]οῦ ψηφίσματος εἰς κίονα λιθίνην καὶ ἀνατεθῇ ἐν Λαρί/[σ]αι ἐν τῶι τεμένει τοῦ Διὸς τοῦ Ἐλευθερίου γενομένου τοῦ ἀ/νηλώματος ὅθεν ἂν δῆι κατὰ τὰ διορθώματα ἐπειδὴ / Κόϊντος Καικέλιος Κοΐντου Μέτελλος ἀγορανόμος Ῥωμαίων ἀ/νὴρ καλὸς καὶ ἀγαθὸς κ[αὶ] φίλος καὶ εὔνους ὑπάρχων τῶι ἔ/θνει ἡμῶν ἐπελθὼν ἐπὶ [τὸ σ]υνέδριον ἀνενεώσατο τὰς γεγενη/μένας εὐεργεσία[ς τὰ]ς ὑπ[ὸ τ]ῶν προγόνων αὐτοῦ καὶ διελέγετο / παρακαλῶν ἐπείπερ ἦν [ᾑ]ρημένος ἐπὶ τὴν τῆς ἀγορανομίας / ἀρχήν τὰ δὲ κατὰ τὴν χ[ώρα]ν αὐτῶν κατὰ τὸν παρόντα καιρὸν ἐν / ἀφορίαι καθειστήκει ὅπως δοθῇ σῖτος ὑπὸ τοῦ ἔθνους τῇ συνκλήτῳ / καὶ τῶι δήμωι ὅσος ἂν ἦν ἐν π[ρ]ατῶι ἐκρίθη τοῖς συνέδροις μνημονεύον/[τ]ας τῶν γεγενημένων ε[ὐε]ργετημάτων εἰς τὸ ἔθνος ὑπὸ Κοΐν/του καὶ τῶν προγόνων αὐτ[ο]ῦ καὶ τῆς συνκλήτου καὶ τοῦ δήμου τ[οῦ] / Ῥωμαίων ἐξαποστεῖλαι ε[ἰ]ς Ῥώμην ὥστε τῇ συνκλήτῳ καὶ τῶι δήμω[ι] / καθὼς Κόϊντος διελέγη π[υ]ρῶν κοφίνων μυριάδας τεσσαράκοντα / τρεῖς καὶ τοῦ προγεγραμμέ[ν]ου πλήθους σίτου ποιήσασθαι διάταξιν ἐ/πὶ τὰς πόλεις Πετραῖον τὸν [σ]τρατηγὸν μετὰ τῆς συναρχίας καὶ τ[ῶν] / συνέδρων τὰς δὲ πόλεις ἑκ[ά]στην τοῦ διαταγέντος σίτου ποιήσασθα[ι] / τὴν καταγωγὴν ἐπὶ λιμέν[α] τὸν ἐπὶ τοῦ Δημητριείου ἢ ἐμ Φαλάροις ἢ ἐν / Δημητριάδι τῶν μὲν τριάκ[ο]ντα δύο μυριαδῶν Πελασγιώτας μὲν καὶ / Φθιώτας ἐν τῷ μηνὶ τῶι Ἀφρίῳ Ἱστιώτας δὲ καὶ Θεσσαλιώτας ἐν τῶι μη/νὶ τῶι Θυί(ῳ) πρὸ τῆς εἰκάδος τῶν (δὲ) δέκα μίας μυριαδῶν ἐν τῶι μην[ὶ] / τῶι Φυλλικῶι πρὸ τῆς πέντε καὶ δεκάτης ἐπὶ τῆς Πετραίου στρατη/γίας καὶ τὴν ἐσομένην δ[α]πάνην ἐκ τοῦ ἐμβληθῆναι τὸν σῖτον / εἰς τὰ πλοῖα διδόναι τὰς πόλεις ἑκάστην τοῦ καθʼ αὑτὴν πλήθους / περὶ δέ γε τῆς εἰς Ῥώμην διακομιδῆς τοῦ σίτου ἠξίωσαν Κόϊντον / φροντίσαι ἵνα ἐπεὶ οὐχ ὑπάρχει πλοῖα τοῖς Θεσσαλοῖς ἵνα ποιήση/ται τὴν ἔγδοσιν ὣς ἂν αὐτῶι φαίνηται βέλτιστα τὰ δὲ ναῦλα δι/ορθώσασθαι τοὺς ἀποσταλέντας πρεσβευτὰς εἰς Ῥώμην / περὶ τούτων ἐκ τῆς τοῦ σίτου τιμῆς ἐὰν δὲ μὴ δυνηθῇ Κόϊντος ἐκ/πέμψαι τὰ πλοῖα ἀποστείλῃ δὲ τοὺς ναυλωσομένους φροντί/σαι Πετραῖον τὸν στρατηγὸν μετὰ τῶν συναποταγέντων ἵ/να διακομισθῇ ὁ σῖτος εἰς Ῥώμην καὶ τοὺς συνεπιπλευσομένους / ἵνα συναποστείλῃ Πετραῖος καὶ τὴν εἰς ταῦτα δαπάνην καὶ ἐξα/ποστολὴν ποιήσασθαι Πετραῖον τὸν στρατηγὸν μετὰ τῆς συναρ/χίας γράψαντος Πετραίου διάταξιν ἐπὶ τὰς πόλεις ἐάν δέ τις / μὴ ἀπαγάγῃ τὸν σῖτον ἐπὶ τοὺς λιμένας ἐν τοῖς ὡρισμένοις χρό/νοις ἀποτινέτω τοῦ κοφίνου ἑκάστου στατῆρας δύο καὶ ὀβολοὺς ἐν/νέα καὶ τῆς διατιμήσεως ταύτης ποιεῖσθαι τὴν πρᾶξιν Πετραῖον / τὸν στρατηγὸν καὶ τοὺς ὑπὸ τούτου ἀποταγέντας ἐκ τῶν ὑπαρχόν/των τῇ τε πόλει καὶ τοῖς κατοικοῦσιν ἐν τῇ πόλει καθʼ ὃν ἂν τρόπον / βούλωνται ἀνυποδίκοις καὶ ἀζημίοις οὖσιν καθʼ ὃν ἂν τρ(ό)πον πράξ/ωσιν ἐπειδὴ Τιμασίθεος Διότιμος οἱ Ἑρμίου Λαρισαῖο[ι] / ἄνδρες καλοὶ καὶ ἀγαθοὶ ὑπάρχοντες ἐκ τῆς πρώτης ἡλικίας δό/ξαν καὶ καλοκἀγαθίαν ἐζηλωκότες καὶ ἐμ πλείοσιν εὐχρήστους / ἑαυτοὺς παρέχονται καὶ κατʼ ἰδίαν τοῖς ἐντυγχάνουσιν ἐπιδιδό[ν]/τες ἑαυτοὺς εἰς τὰ παρακαλούμενα προθυμῶς τούτους δεδόχθα[ι] / τῶι κοινῶι Θεσσαλῶν ἐπαινέσαι Τιμασίθεον Διότιμον ἐπὶ τῆι κα/λοκἀγαθίαι καὶ προαιρέσει ἧι ἔχοντες τυγχάνουσιν καὶ τιμῆσαι / ἕκαστον αὐτῶν εἰκόνι χαλκῇ ἐφʼ ἵππου ἃς καὶ σταθῆναι ἐν τῶι τεμένει / τῆς Ἀθηνᾶς τῆς Ἰτων(ί)ας γενομένου τοῦ ἀνηλώματος εἰς τὰς εἰ/κόνας καὶ τὰς βάσεις ὑπὸ τῶν συνέδρων
material: lapis
imprint | data protection | disclaimer |