EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: SEG-35, 00744 = SEG-42, 00579 = AE 1992, 01525 = AE 2005, +01397 EDCS-ID: EDCS-67200597
province: Macedonia place:
ἔτους ηʹ καὶ μʹ καὶ ρʹ / οἱ πολιτάρχαι προβουλευσα/μένων τῶν βουλευτῶν / καὶ γενομένης ἐκκλησίας εἶ/παν ἐν τῶι δήμωι ἐπεὶ Ἀ/πολλώνιος Ἀπολλωνίου / τοῦ Κερτίμμου γενόμε/νος ἀνὴρ ἀγαθὸς καὶ πάσης / τειμῆς ἄξιος ἐπιδεξάμενος / αὐθαίρετον ἱερατήαν Διὸς καὶ Ῥώμης / καὶ Καίσαρος θεοῦ υἱοῦ Σεβαστοῦ τοσαύτην / εἰσηνέγκατο μεγαλοφροσύνην ἀξίως καὶ τῆς τῶν προ/γόνων καὶ τῆς ἰδίας ἀρετῆς φιλοδοξήσας ὥστε μηδε/μίαν ὑπερβολὴν καταλιπεῖν τῶν εἰς τοὺς θεοὺς καὶ τὴν / πατρίδα δαπανημάτων τάς τε γὰρ παρʼ ὅλον τὸν ἐνιαυτὸν / ἐκ τῆς πόλεως κατὰ μῆνα γεινομένας Διὶ καὶ Καίσαρι Σεβα/στῶι θυσίας ἐκ τοῦ ἰδίου παριστὰς καὶ τοῖς θεοῖς τὰς / τειμὰς πολυτελεῖς προσηνέγκατο καὶ τοῖς πολείταις τὴν / ἑστίασιν καὶ εὐωχίαν μεγαλομερῆ παρέσχετο καὶ λαϊ/κῶς πανδημεὶ δειπνίζων καὶ κατὰ τρίκλεινον καὶ τ[ὴν] / ἐπὶ τῆς πανηγύρεως πομπὴν ποικίλην καὶ ἀξιοθ[έατον] / σκευάσας καὶ τοὺς ἀγῶνας Διὶ καὶ Καίσαρ[ι τῶ]ι Σεβ[αστῶι] / πολυτελεῖς θέμενος καὶ ἀξίους [τῶν θεῶν καὶ τῆς πατρίδος] / οὐ μόνον πρὸς τὴν τῆς εὐωχίας [φρ]ονῶν [χρείαν ἀλλὰ καὶ] / τὴν θέαν καὶ τὴν ἀπά[τη]ν [καὶ τὴν διά]χυσιν τῆς ψ[υχῆς] / ἐφιλανθρώπησεν τοὺς πολείτας τάς τε ἐκ τῆς π[όλε]/ως ἐν τῆι πανηγύρει δημοτελεῖς γεινομένας θυσίας Διὶ / καὶ Καίσαρι τῶι Σεβαστῶι καὶ τοῖς λοιποῖς εὐεργέταις παραι/τησάμενος τὴν πατρίδα ταῖς ἰδίαις τὴν πᾶσαν ἑορτὴν εὐώχησεν ἐν τοῖς τρικλείνοις καὶ / κατὰ τὸ κοινὸν ταῖς φυλαῖς ἐπιδόσεις ἐποιήσατο λαμ/προτάτας ἵνα ὅποι ποτʼ ἂν ἥδεσθαι βούλωνται τὴν αὐ/τοῦ χάριν ἑστιῶνται τὸ δὲ παράπαν πάσης δαπάνης / ἀφειδήσας καὶ Καίσαρος ἄγαλμα κατεσκεύασεν ἐκ τοῦ / ἰδίου καὶ ἀναθεὶς αἰώνιον ὑπόμνημα τῆς εἰς πάν/τας ἀνθρώπους εὐεργεσίας τοῦ Σεβαστοῦ καὶ / τῆι πατρίδι τὸ προσκόσμημα καὶ τῶι θεῶι τὴν / καθήκουσαν τειμὴν καὶ χάριν ἔνειμεν διʼ ἃ δεδό/χθαι τῆι βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι τε αὐ/τὸν ἐπὶ τῇ λανπρότητι τῆς ψυχῆς καὶ τῆς εἰς / τὴν πατρίδα φιλοδοξίας καὶ στεφανῶσαι θαλλοῦ στε/φάνωι καὶ ἐψηφίσθαι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ Ἀπολλω/νίου καὶ τῆς μητρὸς αὐτοῦ Στραττοῦς ἑκάστου ἄγαλμα λίθινον / σταθῆναι δὲ τὰ ἀγάλματα καὶ τὸ ψήφισμα τοῦτο ἔνθʼ ἂν {ἐν ᾧ ἂν (Pleket)} αὐτὸς ὁ ἀγω/νοθέτης ἐπισημοτάτῳ τῆς ἀγορᾶς αἱρῇται τόπωι ἵνα καὶ οἱ λοιποὶ τῶν πο/λειτῶν ἀποθεωροῦντες εἰς τὴν εὐχαριστίαν τῆς πόλεως πρόθυμοι γεί/νωνται φιλοδοξεῖν καὶ τῆι πατρίδι προσφέρεσθαι φιλανθρώπως καὶ ἐπι/χειροτονηθέντος τοῦ ψηφίσματος Ἀπολλώνιος τὰς μὲν τειμὰς / καὶ τὴν ἐκ τῆς πατρίδος χάριν ἐδέξατο τοῦ [δ]ὲ δαπανήματος ἀπέλυ/σεν τὴν πόλιν ἐπεχειροτονήθη Δαι[σί]ου ιδʹ
material: lapis
imprint | data protection | disclaimer |