![]() |
EDCS
|
![]() |
![]() |
Datenbank-Recherche ![]() ![]() ![]() recherches à la banque des données ![]() ![]() EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
![]() |
inscriptions found: 1
publication: SEG-51, 00458b = AE 2002, 01314b
dating: 98 to 138 EDCS-ID: EDCS-67200614
province: Achaia place:
καὶ τὴν ἱερωσύνην ὑποσχόμενος ΤΟ[3 τὸν] / ἑλληνικὸν χρύσεον στέφανον [3] / ἔντιμον ἔδοξε φοίνεικα συ[3] / ἐν Πελοπννήσ[ῳ 3 καὶ εἰς τὰς] / πανηγύρ[εις τὰς ἑλληνικὰς 3] / Τραιαν[3]/σιν [3] / [3] / δε[3]/ΣΑΣ[3]/ΣΙΝΠ[3]/ΣΠΟ[3]/ΛΙΠΕ[3]/ΛΟ[3]/Ε[3] / [6] / [3 διὰ βί]ου ἀρ/χιερέος καὶ ἑ[λ]λαδάρχου καὶ [3]ΕΙΝΕ[1] πλεῖσ/τον παραμέν[ω]σι παρακληθῆνα[ι 3] ἔχειν ἐπιμέλει/αν τῶν ἰδίων δώρων ἐφʼ ὅσον αὐτὸ[ς 3] κοσ/μῶν ἅμα κα[ὶ] πλάσσων τὸ ἀνάθημα / γραφῆ[ναι δὲ καὶ τῷ κρατίσ]τῳ / ἀνθυπάτῳ Λολλιανῷ Ἀουίτῳ ὅτι αὐτὸν ἐξελειπαρήσαμεν τοῦ ἰδίου ἔργου [ἐ]πιμελεῖσθαι στᾶ[ν]αι δὲ αὐτοῦ καὶ κατὰ φυλὴν ἀν/δριάντας ἐν τῷ προσκηνίῳ μετʼ ἐπιγραφῆς τῆς διασημοτάτης καὶ τῆς μητρὸς α[ὐ]τοῦ ἄγαλμα καθιερωθὲν ὡς Ἑστίας τῆς πόλεως τοῦ τε υἱοῦ καὶ τ[οῦ γέν]ους παντὸς ὡς ἂν αὐτὸς δοκιμάσῃ μόνοις αὐτοῖς / ἐ[ντὸ]ς τοῦ ἰδίου ἔργου γραφῆναι δὲ καὶ τῷ κοινῷ τῶν Ἀχαιῶ[ν εὐχ]αριστούντων ἡμῶν αὐτῷ καὶ τοὺς Ἕλληνας αἰτουμέ/νων ὑπὲρ τῆς πόλεως ἀμείβεσθαι κοινὸν ἀφʼ ἡμῶν ἔχειν πολεί/την ἐπιτυχόντας ὃ μηδὲ εἷς ἄλλος ἀναθέντα πλεῖστον ἄργυρον / αὐτοῖς εἰς τὰς κατʼ ἔτος διανομάς ἑλέσθαι δὲ καὶ πρεσβείαν ἥτις ἐκ/μαρτυρήσει τὰς εὐεργεσίας ἡμεῖν ἃς παρέσχηκεν ἡμεῖν ἐπὶ τοῦ αὐτοκράτορος ἀναγνωσθῆναι καὶ ἐν τῷ θεάτρῳ τὸ δόγμα συναχθί/σης ἐκκλησίας ἔνγιστα τὰς τιμὰς ὅπως ὁ δῆμος ἐπιψηφίσηται / καὶ γνῶσι πάντες ὅτι τῶν εὐφορημένων ἀνδρῶν αἰσθανόμεθα / δε[δό]σθαι δὲ αὐτῷ καὶ τὸν τῆς ἀριστοπολιτείας ἀνδριάντα τοῦ / ἔτ[ου]ς εὐκαίρως ἡμεῖν εἰς τὴν εὐχαριστίαν ὑπηρετοῦντος τῆς τι/μ[ῆς] ὑπὸ τοῦ ἀνδρὸς ἐπισημοτέρας ἐσομένης γραφῆναι δὲ / ἔδ[ο]ξε τὸ ψήφισμα εἰς στήλην χαλκῆν καὶ τεθῆναι εἰς τὸ προσκή/ν[ιο]ν καὶ εἰς τὰς πανηγύρεις τὰς ἑλληνικὰς εἰς ἃς ἂν αὐτὸς / [δο]κιμάσῃ μετὰ τὸ ἀπαρτισθῆναι τῆς δαπάνης εἰς τὴν / [ἐπ]ισκευὴν δημοσίᾳ γεινομένης
material: lapis
imprint | data protection | disclaimer |