MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   19125


inscriptions found:  1


publication: SEG-53, 00659 = AE 2003, 01559 = AE 2004, 01295 = AE 2004, 01296 = AE 2005, 01344
dating: 41 to 54         EDCS-ID: EDCS-67200649
province: Thracia         place:
Γνώμη βουλευτῶν καὶ ἱερέων καὶ ἀρχόντων καὶ Ῥωμαίω[ν τῶν] / [τ]ὴν πόλιν κατοικούντων καὶ τῶν λοιπῶν πολειτῶν ἁπά[ντων] / [ἔ]δοξεν τῆι βουλῆι ἐπεὶ ὁ ἐπιφανέστατος θεὸς τοῦ κόσμ[ου καὶ] / [κ]τίστης νέων ἀγαθῶν ἅπασιν ἀνθρώποις Τιβέριος Κλαύδιος Καῖσ[αρ Σεβα]/στὸς Γερμανικός πρε(σ)βευσάντων ἡμῶν ἐπʼ αὐτὸν καὶ δηλωσάντω[ν τὴν] / τῆς πόλεως πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ὑπόστασιν καὶ τὰς τύχας [τὰς πρό]/[τε]ρον ἃς ὑπέμεινεν ὁ Μαρωνειτῶν δῆμος διὰ τὴν πρὸς Ῥωμαίου[ς φιλί]/αν εὐθέως ἅμα τ(ῇ) τῆς ἡγεμονίας αὐτῶν συνστάσει φίλος καὶ σ[ύμμαχος γε]/νόμενος καί μετὰ ταῦτα ὑπομείνας ἐπιδεῖν κατασκαφὴν μὲ[ν τῆς ἑξηκον]/τασταδίου τὸ περίμετρον πόλεως τέκνων δὲ ἀπολήας καὶ λε[ηλασίαν] / [κ]αὶ αἰχμαλωσίαν καὶ τὰς ἄλλας τὰς κατὰ μέρος συμφορὰς ἵνα μη[δὲν τῶν πρὸς] / Ῥωμαίους θραύσῃ δικαίων ἀνθʼ ὧν σύμμαχος μὲν καὶ φίλος ὑπὸ [τῆς συνκλή]/του διὰ τῶν δογμάτων καὶ ἐνσύνθηκος καὶ ἔνσπονδος ἐκρίθη ἐλευθε[ρίαν δὲ καὶ νό]/μους μετὰ τῶν ἄλλων φιλανθρώπων ἔλαβε ἃ δεδήλωται ὑπὸ τῆ[ς συνκλή]/του διὰ τῶν δογμάτων καὶ ὑπὸ τῶν αὐτοκρατόρων διὰ τῶν ἀποκριμάτ[ων ἀπεκρίνα]/το ὡς τὴν τοιαύτην πόλιν ἄξιόν ἐστι αἰωνίῳ χάριτι κεκοσμῆσθαι μ[ηδενὸς] / τῶν δεδομένων αὐτῇ φιλανθρώπων ἐλασσουμένου διʼ ἃ δὴ ἀποκατ[έστησεν] / αὐτὴν εἰς τὸ ἀρχαῖον δίκαιον ἐπιβεβαιώσας τήν τε ἐλ[ευθερί]/αν καὶ τὰ φιλάνθρωπα πάντα ὑποσχόμενος {χόμενος} [διὰ] / ἀποκρίματος πρέπουσαν καὶ δυνατὴν τηλικούτῳ θεῷ ὑπό/σχεσιν καὶ εἰς τὸ λοιπὸν ἀνεπηρεάστους ἡμᾶς διαφυλα/χθῆναι ἀνανκαιότατον δέ ἐστιν καὶ ἡμᾶς πᾶσαν εἰσενένκασ/θαι φροντίδα ὑπὲρ τοῦ μήτε νῦν μήτε ἄλλοτέ ποτε λαθόντων / τῶν τῆς πόλεως δικαίων συνβῆναι κατὰ μηδένα τρόπον ἐλασσω/θῆναι ἡμῶν τὴν ἐλευθερίαν καὶ τὰ φιλάνθρωπα ἔσται τούτῳ ἐὰν χά/ριν τούτων καὶ διὰ ψηφίσμα(τ)ος αἰωνίου νομο(θετ)θέντος ἡ ἐπὶ τοὺς Σεβα/στοὺς πρεσβήα κατὰ {τα} πάντα καιρὸν ἑτοίμη ὑπάρχῃ μηδενὸς ἐνοχ/λῆσαι τρόπου δυναμένου τοῖς βουλομένοις ἀναλαβεῖν τὸν ὑπὲρ τῆς πατ(ρί)/δος ἀγῶνα δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ γεγράφθαι καὶ κεκυρῶσθαι ψή/φισμα ὑπὲρ τῆς τοιαύτης πρεσβείας τὸ ἐπὶ τέλει τοῦ ψηφίσματος / [γ]εγραμένον καὶ εἶναι προησφαλισμένον εἰς τὸν ἅπαντα χρόνον ἵνα ἐάν τις καταλάβηι και(ρ)ὸς χρείας τῆς τοιαύτης πρεσβήας θραυομένο[υ] / τινὸς τῶν τῆς ἐλευθερίας ἡμῶν ἢ τῶν λοιπῶν φιλανθρώπων κα[θʼ ὁν]/τιναοῦν τρόπον ἔχωσιν ἐξουσίαν πάντες οἱ βουλόμενοι διὰ χρηματ[ισ]/μοῦ ἐπιγράψαι ἑαυτοὺς τῷ ψηφίσματι πρεσβευτάς ὀμόσαντες τὸν [ὑ]/πογεγραμένον τῷδε τῷ ψηφίσματι ὅρκον ἐπιγράψαι {-α}․ἑαυτοὺς πρεσβευτὰς καὶ σφραγι(σ)άμενοι τὸ ψή(φισμα) σφραγεῖδι / [ἐ]χούσῃ πρόσωπον Διονύσου ὃ ἂν αὐτοὶ βουληθῶσιν οἱ κατεστάμενοι ᾧδ[ε] / [πρ]εσβευταὶ κατὰ τὸ ψήφισμα ἐπὶ τὸν προεστῶτα τῆς ἡγεμονίας / αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα μηδενὸς ἔχοντος ἐξουσίαν / [τ]ούτου ὑπεναντίου μήτε γράψαι μηδὲν μήτε εἰπεῖν μήτε [προ]/[βα]λέσθαι πρεσβευτὴν ἄλλον ἢ πρεσβεύειν τινὰ ἐπὶ προσκαίρω[ι] / [τι]νὶ ὑπεναντί(α) τοῖς προεψηφισμένοις περιέχοντι ψηφίσ[ματι] / [μήτε ἐ]μποδίσαι τὴν πρεσβήαν ἢ ποιῆσαί τι μαχόμενον τῷ ν[ομο]/[θετηθέντι ψ]ηφίσματι κατὰ μηδένα τρόπον πρεσβεύ(ε)ιν δὲ πα[3]/[3 τοὺ]ς ἐπανγειλαμένους ἐνγράφως περὶ τούτων Ι [2] / [3 τῶι] νενομοθετημένωι εἰς τὸν αἰῶνα ψηφίσ/[ματι ὑπὲρ τῆς πατρίδος] μήτε περιαιροῦντας μήτε προσγρ[ά]/[φοντας ἄλλο τι ἢ τὸ ὄνομ]α τοῦ προε{ε}στῶτος τῆς ἡγεμονίας Σ[ε]/[βαστοῦ Καίσαρος καὶ ἐπιγρ]άφοντας ἐπὶ τέλει τὰ τῶν πρεσβεύ/[τῶν ὀνόματα 3]τοις δὲ ἐξ ἐπανγελίας μ[1] / [3] κατορθωσα[2] / [3]ος τὰς ε[2] / [3]ΝΟ[1] / [ // ]ΙΙΝΙΚΕΙΝΣΟΣ / [3]ΑΙΣΜΕΝ αὐτοῖς ἀξίας δὲ / [3 μ]αρτυρίας ἠξιώθη φίλος καὶ σύμ/[μαχος γενέσθαι καὶ λαβεῖν τὴν διὰ τῶν τῆς] συνκλήτου δογμάτων κριθεῖσ/[αν ἐλευθερίαν κ]αὶ τοὺς νόμους μετὰ τῆς πόλεως καὶ χώρας καὶ / [πάντων τῶ]ν φιλανθρώπων ἃ διὰ τῶν δογμάτων καὶ ἀποκριμάτων / [τῶν] αὐτοκρατόρων δηλοῦτα(ι) ἀνανκαιότατον δέ ἐστιν μηδένα και/ρὸν παραλείπειν ὑπομιμνήσκοντας καθʼ ἕκαστα περὶ τῶν ἡμετέρων / δικαίων ὅπως ἄθραυστα καὶ σῷα πάνθʼ ἡμεῖν φυλάσσηται ὑπὸ τῶν τῆς / ἡγεμονίας προεστώτων δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ᾑρῆσθαι πρεσ/βήαν ἥτις ἀφικομένη πρὸς τὸν αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα / ἀσπάσεταί τε αὐτὸν παρὰ τῆς πόλεως καί συνησθεῖσα ἐπὶ τῷ ἐρρῶσθαι αὐ/τὸν πανοίκιον καὶ τὰ πράγματα αὐτῷ τε καὶ τῷ δήμῳ τῷ Ῥωμαίων κατὰ / τὸ κράτιστον χωρεῖν παραθεμένη τὰ τῆς πόλεως δίκαια πάντα αὐτῷ τε καὶ / τῇ ἱερᾷ συνκλήτῳ δεήσεται μετὰ πάσης ἐντεύξεως καὶ ἱκεσίας τήν τε ἐλε[υ]/θερίαν ἡμεῖν καὶ τοὺς νόμους καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τἄλλα φιλάνθρω/πα πάντα ἃ οἵ τε πρόγονοι ἡμῶν καὶ ἡμεῖς λαβόντες παρʼ αὐτῶν ἔσχομεν / ταῦθʼ ἡμεῖν φυλάξαι ἵνʼ οἱ πάντοτε καὶ ἀδιαλείπτως τὴν πρὸς Ῥωμαίους εὔ/νοιαν καὶ πίστιν φυλάξαντες πάντοτε τῆς ἐξ αὐτῶν διὰ ταῦτα χάριτος ἀπο/λάωμεν ᾑρέθησαν πρεσβευταὶ γνησιώτατα προθυμηθέντες ὑπὲρ τῆς πα/τρίδος ὁ πρεσβευτικὸς διὰ τοῦ χρηματισμοῦ ἐσόμενος ὅρκος / ὁ δεῖνα τοῦ δεῖνος ἐχρημάτισεν ἐπὶ τῶν κατὰ τὴν συνεδρήαν ἀρχόντων ἐπαν/γελλόμενος πρεσβεύειν ἐπὶ τὸν Σεβαστὸν καὶ τὴν σύνκλητον ὑπέρ τε τῆς ἐλε[υ]/θερίας τῆς πόλεως τῆς Μαρωνειτῶν καὶ τῶν φιλανθρώπων αὐτῆς ἁπάντων κ[αθὼς] / τὰ γραφέντα περὶ τούτων ψηφίσματα ἐν ταῖς τρισὶ στήλαις περιέχει ἀγω[νιζόμε]/νος παντὶ σθέν(ε)ι καὶ μήτε παραπρεσβεύων μηδὲν μήτε καθυφειέμ[ενος μήτε δω]/ροδοκούμενος ὑπὸ μηδενὸς τρόπῳ μηδενί καὶ ἐπόμνυμι τὸν θεὸν [Σεβαστὸν] / Καίσαρα καὶ Τιβέριον Καίσαρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδιον Καί[σαρα Σεβασ]/τὸν Γερμανικὸν καὶ τὴν ἱερὰν σύνκλητον καὶ τοὺς ἄλλους θεοὺς ἅ[παντας συν]/τηρήσειν τὰ προγεγραμμένα πάντα εὐορκοῦντι μέν μοι εὖ [εἴη ἐπιορκοῦντι δὲ τὰ ἐναν]/τία ὅρκος ὀμοσθησόμενος ὑπὸ πάντων / ὀμνύω τοὺς θεοὺς πάντας καὶ πάσ[ας] καὶ τὸν θεὸν Σεβα[στὸν Καίσαρα καὶ Τιβέριον Καίσα]/ρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδιον Καίσαρ[α Σεβαστὸν Γερμανικὸν καὶ] / τὴν ἱερὰν σύνκλητον πάντα ποιήσειν παντὶ σ[θένει ἀγωνιζόμενος 3] / ὑπὲρ τῆς ἐλευθερίας τῆς πα{τ}τρίδος καὶ ἁ[πάντων 3 τῶν φιλανθρώπων] / ἃ παρὰ τῆς συνκλήτου καὶ τοῦ δήμου [τοῦ Ῥωμαίων καὶ τῶν αὐτοκρατόρων 3 ἐλάβο]/μεν καὶ μήτε πρεσβείαν ἐπ(ὶ) τούτοις πο[ιήσειν․3 μήτε γράψαι ὑπεναντίου τῶν] / κοινῶν μηδὲν τρόπῳ μηδενὶ μήτε εἰπεῖν μ[ήτε ποιῆσαι μηδὲν 3 ἐπὶ] / καταλύσεως ἢ ἀναιρέσεως ἢ ἀκυρώσεω[ς 3 εὐορκοῦντι μέν μοι εὖ εἴη ἐπι]/ορκοῦντι δὲ ἐξώλεια καὶ παν[ώλεια μέχρι πάσης διαδοχῆς]
material: lapis


imprint data protection disclaimer