EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: AE 2001, 01902
dating: 129 to 150 EDCS-ID: EDCS-67200743
province: Asia place:
[3]ΝΔΙΟΣΠ[3]μων / [3]ΛΟΓΛΛΛΙ[3]ο δίκα[ιο]ν / [3]εὺς μέγιστος / [3]δίκαιο[ν] / [3] // [3]να ἐπὶ ταύτῃ τῇ αἱρέσ[ει ἀπὸ Τι(βερίου) Ἰουλίου Μυνδί]ου εἰσενηνεγμέν[ῃ ὑπὲρ] / [εὐπ]ο[ρ]ίας καὶ προ[κ]οπῶν τῆς πατρίδ[ος αὐτοῦ τοῦ Μυν]δίου μετὰ τῶν κληρουμ[ένων] / τρειάκοντα βουλευτῶν συνθύοντος καὶ ἱερουργοῦ[ντος ὅπ]ως δὲ ἤδη τῆς εὐσεβείας ἄρξητα[ι] / ἡ βουλή καὶ τοῦτο ὑπέσχετο ὁ Μύνδιος δοῦναι τόκο[ν τ]οῦ ἐνεστῶτος μηνὸς τῶν τετρακις/χειλίων πεντακοσίων δηναρίων διὸ πάσαις αὐτὸ[ν εὐ]φημίαις [ἀ]π[εδέ]ξατο καὶ πάλιν ἐτεί/μησεν παρὰ τῷ Διὶ ἀνδριάντων ἀναστάσει καὶ εἰκόν[ω]ν ἐπιχρύσων ἀναθέσει μετʼ ἐπιγρα[φῆς] / οἰκείας ἔδοξεν δὲ τῇ βουλῇ καὶ ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος γραφῆναι παρὰ τῷ Διὶ / πρὸς τὸ πᾶσιν εἶναι τὴν εὐσέβειαν φανεράν Τιβ[έρι]ος Ἰούλιος Μύνδιο[ς εἰσ]ηγησάμην κα/θὼς προγέγραπται Γάϊος Τουρπίλιος Τέρτιος ἐπεψηφισάμην Μᾶρκος Οὔλπι[ος Ἀ]θηναγό/ρας Ἰουλιανὸς ἄρχων ἔνταξον Πόπλιος Αἴλιος Ἀπο[λ]λωνίδης Αἰβουτιανὸς ἄρχων ἔν[τα]/ξον Ἀπολλώνιος Θεοτείμου τέταρτος τοῦ Λυκώτου [ἄρ]χων ἔνταξον Πόπλιος Αἴλιος Ἀπολ/λώνιος Ἀντιοχιανὸς ἄρχων ἔνταξον Ἀλέξανδρος [Ἀ]λεξάνδρου τοῦ Δημητρίου ἄρχων ἔν/ταξον Πόπλιος Αἴλιος Ἀπολλωνίδης Λιβωνιανός ἐκυρώθη Γάϊος Λειβήνιος Φιλέται[ρος] / Πομπωνιανός ἐκυρώθη Πόπλιος Ἰουέντιος Θεόδωρος Κελσιανός ἐκυρώθη Ἀσκληπιάδης ἔτα[ξα(?)] // Ἐτησίους σπονδὰς τῷ Διὶ καὶ θυσίας μηνὸς μὲν δευτέρου τεσσαρεσκαιδεκάτῃ Πλειά/δων δύσει μηνὸς δὲ ηʼ ιηʼ ῥοδίνων νέων προσφορᾷ μηνὸς δὲ δεκάτου Σεβαστῇ λου/τρὸν τῷ Διί Σεβαστῇ δὲ δευτέρᾳ θυσίας τῶν Δείων [κ]ατάρχεσθαι τὸν ἱερέα Τιβέριον Ἰούλ[ι]/ον Μύνδιον καὶ κατὰ μῆνα τῇ ὀκτωκαιδεκάτῃ κατ[ὰ] τὰ ἄκτα καὶ ψηφίσματα τοῦ δήμου
imprint | data protection | disclaimer |