EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: IG-05-01, 01146 = AE 2009, 01310
dating: -71 to -70 EDCS-ID: EDCS-67300077
province: Achaia place:
Ἐπεὶ Νεμέριος καὶ Μάαρκος Κλοάτιοι Νεμερίου ὑοὶ Ῥωμαῖοι / οἱ πρόξενοι καὶ εὐεργέται τᾶς πόλεος ἁμῶν ἄνωθεν δια/τετέλεκαν τὰ δίκαια ποιοῦντες τᾶι τε πόλει καὶ κατʼ ἰδίαν / τοῖς ἐντυνχάνουσιν αὐτοῖς τῶν πολιτᾶν σπουδᾶς καὶ φιλο/τιμίας οὐθὲν ἐνλείποντες ὑπὲρ ὧν καὶ παρʼ αὐτοὺς τοὺς κα[ι]/ροὺς ἁ πόλις εὐχαριστοῦσα μνείαν ποιησαμένα ταῖς κα[θη]/[κ]ούσαις αὐτοὺς ἐκόσμησεν τιμαῖς ἔν τε τῶι ἐπὶ Λαχάρεο[ς] / [ἐ]νιαυτῶι καὶ ὅτε περὶ τοῦ πρώτου δανείου τὰν λύσιν ἐποιοῦν/[το] καὶ ἐν τῶι ἐπὶ Φαήινου δὲ ἐνιαυτῶι ὅτε περὶ τοῦ ἄλλου δα/νείου τοῦ τᾶν τρισχιλιᾶν καὶ ἐνακοσιᾶν ἑξήκοντα πέντε / δραχμᾶν ἇν ἐδανείσατο ἁ πόλις ἐν τῶι ἐπὶ Δαμαρμένου / ἐνιαυτῶι λαβόντες ἐπὶ Μαρκιλίου κριτὰν Ἀθηναίων δᾶ/μον παρακληθέντες ὑπὸ τῶν πολιτᾶν συνεχῶρησαν ὥσ/τε κομίσασθαι ὅσον ἔπεισαν αὐτοὺς οἱ πολῖται καὶ ἐν τῶι / ἐπὶ Βιάδα δὲ ἐνιαυτῶι ὅτε ἰδίαν χάριν ἐξαιτησάμενοι / Πόπλιον τε Αὐτρώνιον καὶ Λεύκιον Μαρκίλιον ὄντας αὐτοῖς / ξένους οὓς καὶ ὑπεδέξαντο τοῖς ἰδίοις δαπανάμασιν καὶ / παρᾳτήσαντο τούς τε στρατιώτας καὶ τὰ λοιπὰ τὰ ἐπιτασ/σόμενα ὑπʼ αὐτῶν ὄντα ἱκανά διʼ ὧν ἐκούφισαν τὰν πόλιν ὁλο/σχερῶς χαρισαμένων αὐτοῖς τῶν προγεγραμμένων ἀνδρῶν / εἰσδεδεγμένοι τέ εἰσιν εἰς τὰν τᾶς πόλεως χάριν καὶ συνυπό/λανψιν καὶ πλεονάκις πολλοὺς τῶν ἁγουμένων Γάϊόν τε Ἰούλ[ι]/ον πρεσβευτὰν καὶ Πόπλιον Αὐτρώνιον πρεσβευτὰν καὶ Φούλβ/[ι]ον πρεσβευτάν πάντα ταῦτα ποιοῦντες χάριν τᾶς πρὸς τὰν π[ό]/λιν καὶ τοὺς πολίτας εὐνοίας ἐπιτάξαντός τε τᾶι πόλει ἁμῶν / Γαΐου Γαλλίου σῖτον καὶ Κοΐντου Ἀνχαρίου ἱμάτια κατὰ τὸ ἐπιβάλ/λον τᾶι πόλει ἁμῶν τὰν πᾶσαν σπουδὰν καὶ φιλοτιμίαν εἰσε/νενκάμενοι ἐνέτυχον ἵνα μὴ δῷ ἁ ἁμετέρα πόλις ἀλλὰ ἐλα/φρισθῆ ὃ καὶ ἐπέτυχον καὶ οὐκ εἰσηνένκαμεν τῶν τε πολιτᾶν / κατʼ ἰδίαν ὅσοι αὐτοῖς ἐντέτευχαν ἤ τινα χρείαν εἴσχηκαν τὰ / πάντα πᾶσιν πεποίηκαν ἀπροφασίστους αὑτοὺς παρεισχη/μένοι ἐν παντὶ καιρῶι ἔν τε τῶι ἐπὶ Τιμοκράτεος ἐνιαυτῶι / [ὅ]τε Ἀντώνιος παρεγένετο χρείαν ἐχούσας τᾶς πόλεως δι/αφόρων καὶ μηθενὸς ἄλλου θέλοντος συναλλάξαι ἐδάνει/σαν ἁμῖν δραχμὰς τετρακισχιλίας διακοσίας συναλλά/γματος τόκου τετραδραχμιαίου ὑπὲρ οὗ καὶ παρακληθέν/τες ὑπὸ τοῦ δάμου ἐν τῶι ἐπὶ Νικαρετίδα ἐνιαυτῶι εὐθυτο/κίαν δίδραχμον τ[ό]κον συνεχώρησαν καὶ ἐχαρίσαντο τᾶι / πόλει ἀπὸ τοῦ ὀφειλομένου χρήματος ὑπὲρ χιλίας καὶ πεν/τακοσίας δραχμάς δ[ιὰ] πάντα τὰ προγεγραμμένα ἔδοξε / τῶι δάμωι ἐν ταῖς μ[ε]γ[ά]λαις ἀπελλαῖς ἐπαινέσαι Νεμέ/ριον καὶ Μάαρκον Κλοατίους Νεμερίου υἱοὺς Ῥωμαίους ἐπὶ / πᾶσι τοῖς προγεγραμμένοις εἴς τε τὰν πόλιν καὶ τῶν ἰδιω/τᾶν το(ὺ)ς ἐντετευχό(τας) αὐτοῖς καὶ ἐπὶ τᾶι εὐνοίαι ἇι διατε/τέλεκαν ἔχοντες εἰς τὰν πόλιν ἁμῶν εἶναι δὲ αὐτοῖς τὰ τί/μια καὶ φιλάνθρωπα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις / [κ]αὶ εὐεργέταις τᾶς πόλεος ἁμῶν προσκαλούντω δὲ α[ὐ]/τοὺς καὶ οἱ ἔφοροι (καὶ ἐκγόνους) αὐτῶν εἰς προεδρίαν {καὶ} ἀεὶ οἱ ἀντιτυν/χάνοντες ἐν πᾶσι τοῖς ἀγῶσιν οἷς ἂν ποιῇ ἁ πόλις ἁμῶν / καὶ ἐξέστω αὐτοῖς ἐπικαθῆσθαι μετὰ τῶν ἐφόρων ἐν προ/εδρίαι ὅπως πᾶσι φανερὸν ἦι ὅτι ἁ πόλις ἁμῶν τιμᾶι τοὺς ἀ/ξίους τῶν ἀνδρῶν ἀναγραψάντω δὲ οἱ ἔφοροι οἱ ἐπὶ Νικα/ρετίδα τούτων τ[ῶν] φ[ι]λαν[θρώ]πων (ἀντίγραφον) εἰς στάλαν λιθίναν / καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν ὧι ἂν τό/πωι α[ὐ]τοῖς οἱ ἱερεῖς συνχωρήσωσιν ἁ δὲ δαπάνα ἐκ τᾶς / πόλεως ἔστω
imprint | data protection | disclaimer |