EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: AE 2002, 01489
dating: 101 to 300 EDCS-ID: EDCS-71500024
province: Cappadocia place:
Ταῦτα δὲ κελεύω τοῖς ὑπʼ ἐμοῦ ἠλευθερωμέ/νοις ἐπὶ ταύτῃ τῇ αἱρέσι καὶ τοῖς ὑπʼ ἐμοῦ διατεταγ/μένοις ἐν ταῖς δυσὶ τάβλαις καὶ κωδικίλλοις ὥστε / τέκνα μὴ ἐκτίθεσθαι ὥστε τὸ γένος τῶν ἀπελ/ευθέρων διὰ παντὸς συνεστάναι καὶ τῇ ἐμῇ θή/κῃ μηκέτι μηδεὶς ἐπιβάλλεσθω ἐὰν δέ τις τῶν / ἀπελευθέρων ἢ ἐγγόνων αὐτῶν ἢ ἀδικήσῃ ἢ / ἀφέληταί τι αὐτῶν τῶν ὑπʼ ἐμοῦ δεδομμένω/ν ἢ βλάψῃ ἢ ἐνεπηριάσῃ τοῦτον ἀποτείνειν / τῇ ἐν Κομάνοις θεῷ κατʼ ἐνιαυτὸν παρθένου/ς ἀφθόρους ἐννέα πάλληκας θʹ ταύρους θʹ / λευκοὺς χρυσοκέρωτας θʹ βόα[ς θ]ηλείας θʹ ἵπ/πους χρυσοχαλινώτους (!) τράγους λ[ε]υκοὺς θʹ / αἶγας θʹ κρειοὺς χρυσομάλλους θʹ χελιδόνα/ς λευκὰς θʹ ταῦτα δὲ ἀναφερέτω Διὶ ἀπὸ Θυμ/νάσων καὶ Διὶ Φαρνάουᾳ καὶ τῇ Ἀναΐτιδι καὶ / μηθʼ οὕτως ἐξευμενίζοιντο οἱ προγεγραμ/μένοι θεοί καὶ μήτε γῆ καρπὸν δοίη μήτε οὐρανὸς / ὕδωρ μήτε ἥλιος φῶς ἀλ(λ)ʼ ἔνοχον εἶναι ἱεροσυλία/ς καὶ πανώλης καὶ ἐξώλης πρό(ρ)ριζος ἀπόλοιτο τ/αύτην τὴν τά[βλα]ν ἀνέθηκα ἐν τῷ τάφῳ μου
inscription genus / personal status: leges; tituli operum; tituli sacri
material: lapis
imprint | data protection | disclaimer |