MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   20857


inscriptions found:  1


publication: AE 1903, 00148 = IGRRP-04, 00352 = OGIS 00484
dating: 129 to 129         EDCS-ID: EDCS-77500143
province: Asia         place:
[3]λοῦμεν τω[3] / [3 μετεπεμ(?)]ψάμην βουληθεὶς μὲ[ν] φαί/[νεσθαι ἐπιεικὴς κατὰ τὴν ἐμαυτοῦ συν]ήθειαν μόνα δὲ ταῦτα ἐξετάσαι / [τὰ ἐγκλήματα τῶν ἐργαζομένων ἐπ]ὶ τῆς πόλεως ἡμῶν ἀνδρῶν περὶ ὧν / [ὁ ἀποσταλεὶς ὑφʼ ὑμῶν πρεσβευτὴς Κ]αλουίσιος Γλύκων ἐδίδαξεν ἡμᾶς πα/[ρεῖναι δʼ ἐκέλευσα αὐτούς ὡς νόμιμ]ον ἦν εἴ τι λέγειν ἐβούλοντο οἱ οὖν τῆς ἀ/[μειπτικῆς ἐργασίας μισθωταὶ πο]λ(λ)ὰ παρὰ τὸ δίκαιον καὶ παρὰ τὴν συναλλαγὴν / [πράττειν αὑτοῖς ἐ]πέτρεπον παρὰ γὰρ τῶν ἐργαστῶν καὶ καπήλων καὶ τῶν ὀ/[ψαριοπωλῶν ε]ἰς τὸν λεπτὸν ἐμπολᾶν εἰωθότων χαλκὸν δέκα ὀκτὼ ἀσσάρια / [τὸ δη]νάρ[ιον] λαμβάνειν ὀφείλοντες καὶ τοῖς τὸ δηνάριον διαλλάσσειν βου/[λ]ομένοι[ς πρὸ]ς [δ]έ[κα] ἑπτὰ διδόναι οὐκ ἠρκοῦντο τὴν τῶν ἀσσαρίων ἄμει/ψιν ἀλλ[ὰ κ]αὶ ἐὰν δηναρίων ἀργυρῶν τις ἀγοράσῃ τὸ ὀψάριον καθʼ ἕκα/στον δηνάριον εἰσέπρασσον ἀσσάριον ἕν ἔδοξεν οὖν ἡμεῖν καλῶς ἔχειν / εἰς [τ]ὸ λοιπὸν τοῦτο διορθῶσθαι ἵνα μὴ συμβαίνῃ τοῖς ὠνηταῖς ὑπʼ αὐτῶν / τελωνεῖσθαι καθʼ ὧν οὐδεμίαν αὐτοῖς ἐξουσίαν δεδόσθαι συμβέβηκεν / ὅσα μέντοι τῶν λεπτῶν ὀψαρίων σταθμῶι πιπρασκόμενα τιμᾶται ὑπὸ / τῶν ἀγορανόμων τούτων κἂν πλείονας μνᾶς ὠνήσωνταί τινες ἤρε/σεν ἡμεῖν τὴν τιμὴν αὐτοὺς διδόναι πρὸς κέρμα ὥστε ἀπʼ αὐτῶν σώσ/ζεσθαι τῆι πόλει τὴν ἐκ τοῦ κολλύβου πρόσοδον ὁμοίως καὶ ἐὰν πλείο/νες συνθέμενοι ἀργυρῶν δηναρίων δόξωσιν ἠγορακέναι εἶτα διαι/ρῶνται καὶ τούτους λεπτὸν διδόναι χαλκὸν τῶι ὀψαριοπώληι ἵνα ἀνα/φέρηται ἐπὶ τὴν τράπεζαν διδόναι δὲ πρὸς δέκα ἑπτὰ ἀσσάρια ἐπει/δὴ ἡ τῆς ἀμειπτικῆς ἐργασίας δοκεῖ μόνοις τοῖς ἐργασταῖς διαλέγεσ/θαι ἠ(λ)έ(γ)χθησαν μετὰ τοῦτο καὶ ἕτερά τινα συνκεχωρηκότες ἑαυ/τοῖς κερδῶν ὀνόματα ἀσπρατούραν τε καὶ τὸ καλούμενων παρʼ αὐτοῖς / προσφάγιον διʼ ὧν ἐπηρέαζον μάλιστα τοὺς τὸν ἰχθὺν πιπράσκοντας / καὶ ταῦτα οὖν ἐδοκιμάσαμεν διορθῶσθαι πλεονεκτεῖσθαι γὰρ καὶ τοὺς / ὀλίγους ὑπʼ αὐτῶν ἀνθρώπους (οὐ δίκ)αιον ἦν συνέβαινεν δὲ πᾶσιν αἰσθη/τὴν γείνεσθαι τοῖς ὠνουμένοις τὴν ἄδικον τῶν πιπρασκόντων ζη/μίαν ἠτιάθησαν καὶ ὡς ἐνεορτάδια παρὰ τῶν ἐργαστῶν εἰσπράσσον/τες ἅπερ ἀρνουμένων αὐτῶν ἡδέως ἐπίστευον τοῦ μὴ ὀφείλειν / γείνεσθαι τὸ τοιοῦτο λαμβάνων καὶ τὴν παρʼ αὐτῶν συνκατάθεσιν / μόνον μέντοι ὡμολόγουν τῶι Ὑπερβερεταίωι μηνὶ δίδοσθαι ἑαυ/τοῖς τὸ εἰς τὸν Ἑρμῆ λεγόμενον ἐκ τοιαύτης ἀφορμῆς ὅρκον ἑαυτοῖς / ἀπαιτεῖν συνκεχωρῆσγαι παρὰ τῶν ἐνπολώντων τὸ λεπτὸν καὶ / πρὸς αὑτοὺς ἀναφερόντων περὶ τοῦ μηδὲν αὐτοὺς παρὰ τὴν διά/ταξιν πεποιηκέναι τοὺς οὖν διὰ τὸ συνειδὸς ὀμνύναι μὴ δυναμέ/νους διδόναι τι αὐτοῖς ὥστε μὴ τὴν τοῦ ὀμνύναι ἀνάγκην ὑπομέ/νειν ὃ οὐκ ἔδοξεν ἄλογον ἀντομνύναι μέντοι καὶ αὐτοὺς τοῖς ἐργ[ασ]/ταῖς περὶ τοῦ μηδὲν αὐτοὺς ἠδικηκέναι ἐν τῇ τοῦ ἀργυροῦ νομίσ[μα]/τος δόσει καὶ αὐτὸ δίκαιον ἡγησάμην ἐλέγοντο καὶ ἐνεχυρα[σί]/ας ἑαυτοῖς ποιεῖσθαι{ν} ἐπιτρέπειν ὅλας τε τῶν ἐργαστῶν ἔσ[θʼ ὄτε] / κρατεῖν τὰς ἐμπολάς τῆς συναλλαγ[ῆ]ς οὐ τοῦτο συνχωρού[σης] / ἀλλὰ ἐπὶ τοὺς ταμίας αὐτοὺς παραγείνεσθαι κελευούση[ς ἐὰν] / αἰτιάσωνταί τινα καὶ παρʼ ἐκείνων δημόσιον λαμβάν[ειν δοῦ]/λον ἵνα νομίμως ποιῶνται τὴν ἐνεχυρασίαν ὥστε [τὸ πρὸ τῆς] / κρίσεως τούτωι τῶι τρόπωι ληφθὲν μένειν τοῖ[ς ὀφείλουσ]ι / καὶ τοῦτο οὖν ἔδοξεν ἡμεῖν οὕτως ὀφείλειν γείν[εσθαι καθ]ὼς πε/ριεῖχεν ἡ ἔκδοσις καὶ διὰ τοῦ δημοσίου μέντοι [δούλου μὴ ἄ]με/τρον εἶναι τὴν ἐνεχυρασίαν ἀλλὰ ἢ τὸ ἱκαν[ὸν πρὸς κρίσ]εως λ[α]μβά/νεσθαι ἢ ἐὰν δοῦναί τις μὴ δύνηται τὸ σ[υμβόλα]ιον εἶνα[ι τ]ὸ ἐ/νέχυρον ὅσου ἂν τὸ πρᾶγμα καὶ τὸ ἐπʼ αὐτῷ [πρόσ]τιμον ᾖ [τὰς μέντ]οι κρί/σεις γείνεσθαι μὴ ἐπὶ τῶν ταμιῶ[ν ἀλλ]ὰ ἐπὶ τῶν ἐστρατη[γηκ]ότων / ἀνδρῶν ἐξ ἀπολογῆς εὔλο[γον εἶ]ναι νομίζω ἔτι δὲ το[ὺ]ς μὲν τα/μίας μετέχειν τῆς χρε[ίας κ]αθῆκον το[ὺς] δὲ ἐσ[τρα]τη[γηκ]ότας / καὶ ἐμπείρους εἶνα[ι καὶ αὐτο(?)]ὺς τῶν πραγμάτ[ω]ν [κα]ὶ με[3]μον/τας τὸ τῆς περ[3] οὐσίας αὐτοὺς ἀπο[στ]ε[ρε]ῖν δυνάμε/νον τὸν δὲ [3]ε[3]κεν καὶ οἷς ἂν ἄλλ[οις(?)] τελώναις / ἐφε[δρ3 ποιε]ῖσθαι αὐτοὺς τὴν ἐνεχυρασίαν κα[ὶ] / [3] ταῖς ἀγοραίοις πιπρασκομένων ι[3] / [3]ως δίδοσθαι τέλος ἀλλʼ ἐὰν λ[3] / [3]να[3]ερεινε[3]ιτη[3] / [
inscription genus / personal status: leges;  tituli operum
material: lapis


imprint data protection disclaimer