![]() |
EDCS
|
![]() |
![]() |
Datenbank-Recherche ![]() ![]() ![]() recherches à la banque des données ![]() ![]() EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
![]() |
inscriptions found: 1
publication: AE 1889, 00079
dating: 98 to 100 EDCS-ID: EDCS-78000010
province: Aegyptus place:
ὑπὲρ Αὐτοκράτορος Καίσαρος Νέρουα / Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ / Ἀσκληπιῶι καὶ Ὑγιείαι τὸν ναὸν / καὶ τὸ τέμενος ἐπεσκεύασεν / ἡ πόλις / ἐπὶ Πομπηΐου Πλάντα ἡγεμόνος / ἐπιστρατηγοῦντος Καλπουρνίου Σαβείνου // Παιᾶνα κλυτόμητιν ἀείσατε κοῦροι Λητοίδην Ἕκατον / ἱὲ ὦ ἱὲ παιάν ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο μιχθεὶς / ἐν φιλότητι Κορωνίδι τᾶι Φλεγυείαι ἰὴ παιάν Ἀσκληπιόν / δαίμονα κλεινότατον ἱὲ παιάν τοῦ δὲ καὶ ἐξεγένοντο / Μαχάων καὶ Ποδαλείριος ἠδʼ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος / ὦ ἱὲ παιάν Αἴγλη τε εὐῶπις Πανάκειά τε Ἠπιόνης παῖδες / σὺν ἀγακλυτῶι εὐαυγεῖ Ὑγιείαι ἰὴ παιάν Ἀσκληπιέ δαῖμον / κλεινότατε ἱὲ παιάν χαῖρέ μοι ἵλαος δʼ ἐπινείσεο ἁμετέραν / πόλιν εὐρύχορον ἱὲ ὦ ἱὲ παιάν δὸς δʼ ἡμᾶς χαίροντας ὁρᾶν / φάος ἀελίου δοκίμους σὺν ἀγακλυτῶι εὐαυγεῖ Ὑγιείαι / ἰὴ παιάν Ἀσκληπιέ δαῖμον σεμνότατε ἱὲ παιάν / Νείλου δὲ ῥοὰς δώιης μάκαρ ἀιδίους καὶ τᾶιδε πόλει / θάλος ἀμβρόσιον πάσηι τε ἀγανὸν κλέος Αἰγύπτωι / χαῖρέ μοι ὦ Παιάν ἐπʼ ἐμαῖς εὔφροσι ταῖσδʼ ἀοιδαῖς / χαῖρʼ ὦ Πύθιʼ Ἄπολλον
inscription genus / personal status: Augusti/Augustae; tituli operum; viri
material: lapis
imprint | data protection | disclaimer |