MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   6014


inscriptions found:  1


publication: AE 1923, 00055 = SEG-01, 00161 = FIRA-01, 00009
dating: -101 to -101         EDCS-ID: EDCS-78300308
province: Achaia         place:
[3 κ]οινὸν / [3 πρὸ]ς τὸν δῆ/[μον 3] ἵνα ἐγνω/[κέναι ἡμᾶς εἰδῆτε 3 τ]οῦ δήμου γν[ώ]/[μη 3] τούτων αὐτῶ[ν] / [3 Π]αμφυλία καὶ Λυ/[κία 3]αι εἴτε [α]ὐτὸν κατα / [3 σ]τρατηγὸν διαδε/[χόμενον 3] νόμος ἔστω ὥσπε[ρ] / [3]σαν ὃ ἂν αὐτ[3] / [3 ἔλ]ασσο[ν 3] / [6] // [6] / 3]σκω[3]σα[3] / [3 ὧι συμμαχία κα]ὶ φιλία ἐστὶν τῶι [δήμωι τῶι Ῥωμαίων 3] / [3 τούτῳ] τῷ νόμωι οὐθὲν [3] / [3 εἴ τι] δεῖ ὧι ἔλασσον αὐτῶι ἔ[μβασις Λ]υκαονίας ἔσται καθ[άπερ 3] / [3 ὕ]πατος ὃς ἂν πρῶτος γένητ[αι γράμμ]ατα πρὸς τοὺς δήμους π[άντας οἷς φιλία καὶ συμ]/[μαχία ἐστὶ πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ἀποστειλάτω ἐν οἷς αὐτοὺς ποιεῖν κελεύ]σει ὅπως πολῖται Ῥωμαίων σ[ύμμαχοί] τε ἐκ τῆς Ἰταλίας Λατῖνοι τά τ[ε ἑαυτῶν ὅσων ἂν] / [χρεία ᾖ κατὰ τὰς ἑῴας πόλεις καὶ νήσους πράσσωσιν ἀκίνδυνοι καὶ κατὰ θ]άλασσαν ἀσφαλῶς πλεῖν δύνω[νται] τήν τε Κιλικίαν διὰ ταύτας τὰς αἰτίας [αὐτὰς Μάαρ]/[κον Ἀντώνιον στρατηγὸν ἀνθύπατον κατεσχηκότα ὑπομνησάτω ὁμοίως δὲ] καὶ π[ρ]ὸς τὸν βασιλέα τὸν ἐν [τῇ ν]ήσῳ Κύπρωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλ[έα τὸν ἐν Ἀλε]/ξανδρείαι καὶ Αἰγύ[πτωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλέα τὸν ἐν Κυ]ρήνῃ βασιλεύοντα καὶ πρ[ὸς] τοὺς βασιλεῖς τοὺς ἐν Συρίαι βασιλεύον[τας οἷς πᾶσι] / φιλία καὶ συμμαχία ἐ[στὶ πρὸς τὸν δῆμον τὸν Ῥωμαίων γράψας διασαφησά]τω καὶ ὅτι δίκαιόν ἐ[στιν αὐ]τοὺς φροντίσαι μὴ ἐκ τῆς βασιλείας αὐτ[ῶν μήτε] τῆ[ς] / χώρας ἢ ὁρίων πειρατὴ[ς μηδεὶς ὁρμήσῃ μηδὲ οἱ ἄρχοντες ἢ φρούραρχοι οὓς κ]αταστήσουσιν τ[οὺς] πειρατὰς ὑποδέξωνται καὶ φροντίσαι ὅσον [ἐν αὐ]τοῖς ἐσ[τι] / τοῦτο ὁ δῆμος ὁ Ῥωμαίω[ν ἵνʼ εἰς τὴν ἁπάντων σωτηρίαν συνέργους ἔχῃ προθύμους] γράμματα [πρὸς τ]οὺς βασιλεῖς κατὰ τὸν νόμον τοῦτον ἀποστελ[λόμ]ενα τοῖς ἀ[πὸ] / [Ῥο]δίων πρεσβευτ[αῖ]ς [τοῖς ἤδη μέλλουσιν εἰς τὴν ἑαυτῶν πατρίδα ἀναχωρήσειν ἀποδότω 3 ὕπατο]ς ὁ περὶ τούτων ἔχων τὴν ἐπιμέλειαν φροντίσῃ [τῆ]ς ἀσφαλεία[ς αὐ]/[τῶν τοῖς νόμοις καὶ δι]καίοις [ἀκολούθως εἰ δὲ ὕστερον ἀπό τινος τῶν συμμάχων πρεσβεῖαι κατασ]ταθήσονται καὶ δεήσει ὡς ἂν προαιρῶνται πρὸς τὴ[ν] σύνκλητον ὡ[σαύ]/[τως προε]κφερέτω καὶ ἡ σύγκλητ[ος καθὼς ἂν αὐτῇ δοκῇ εἶναι ἐκ τῶν δημοσίων πραγμάτων π]ίστεώς τε ἰδίας βουλευέσθω ὅσα τε ὑπὲρ τούτου [τ]οῦ πράγματος ἡ [σύγ]/κλητος [δ]ογματίσῃ ἄρχων ἢ ἀντά[ρχων πᾶς φροντιζέτω διδότω τε ἐργασίαν ἐκ τοῦ δοκοῦντ]ος εἶναι ὅπως οὕτως γένηται [3] ὕπατος ὧι ἂν γέ[ν]ηται ὅσα [τ]ε [ἀν (ὁ καιρὸς) αἰ]/τῇ ὅπως οὗτος ταῖς πρεσβε[ίαις ἀποκρίνηται τοῖς πρεσβευταῖς τοῖς παρὰ τοῦ δή]μου τοῦ Ῥοδίων οἵτινες ἂ(ν) ἐν Ῥώμῃ ὦσιν σύγκλητο(ν) ἐκτὸ[ς τῆς] / συντάξεως δότω τούτους [τε τοὺς πρεσβευτάς πρόφασιν μηδεμίαν προβαλόμενος ἐκτ]ὸς τῆς συν[τ]άξεως εἰς τὴν σύγκλητον εἰσαγέτω [τ]ῆς τε συ[γκλήτου] / δόγμα φροντισάτω ἵνα γένη[ται διεγνωσμένον ἐπειδὰν τοὺς πρεσβευτάς εἴτε νό](μ)ος ἐστὶν εἴτε δήμου γνώμη ἐστίν εἰσαγειοχὼς ᾖ τοῦ[τ]ό τε ἀζ[ημίῳ αὐτῷ] / [ἐ]ξέστω ποιῆσαι [3] στρατ[ηγὸς ὕπατος ἢ ἀνθύπατος ὃς ἂν πορεύηται ε]ἰς Ἀσίαν ἐπαρχείαν Γαΐωι Μαρίωι καὶ Λευκίωι Οὐαλερίωι [ὑπάτοις] (ἐπειδὴ ἐν τῇ) ἐπα[ρχ]είᾳ ἐ[γέ]/νετο γράμματα πρὸς τοὺς δήμο[υς φίλους καὶ συμμάχους ἀποστειλάτω καὶ πρὸς] τοὺς βασιλεῖς τοὺς ἐπάνω γεγραμμένους ὁμοίω[ς δὲ πρὸς οὓς κ]αὶ ὁ ὕπατος κατ[ὰ] / τοῦτον τὸν νόμον γράφειν κα[θὼς ἂν αὐτῷ δοκῇ καλῶς ἔχειν ἀξιώσει καὶ τούτου τοῦ ν]όμου ἀντίγραφον ἀποστειλάτω πρός τε τὰς πόλει[ς καὶ πολ]ιτείας πρὸς οὓς κατὰ / τοῦτον τὸν νόμον ἀποστέλλε[ιν δεῖ φροντίζων καὶ ἐπιστροφὴν ποιούμενος ὅσον ἂν ἐ]ν δυνατῷ ᾖ ὅπως ὅσʼ ἂν γράμματα κατὰ τοῦτον τ[ὸν νό]μον πρὸς οὓς ἂν ἀποστελεῖ ὅ/πως ἀποδοθῇ κατὰ τὸν νόμον τ[οῦτον καί ἀκολούθως τοῖς ἑκάστων ἐπιτηδε]ύμασιν πρὸς οὓς ἂν κατὰ τοῦτον τὸν νόμον γράμ[ματα ἀπε]σταλμένα ᾖ εἰς δ[έλ]τον χαλ/κῆν γράμματα ἐνκεχαραγμέ[να ἔστω εἰ δὲ μή ἐν λίθῳ μαρμαρίνῳ ἢ κ]αὶ ἐν λευκώματι ὅπως ἐν ταῖς πόλεσι ἐκκε[ίμενα ᾖ ἐν ἱερῷ] ἢ ἀγορᾶι φανερῶς ὅθεν δυνή/σονται ἑστ[η]κότες ἀναγινώσ[κειν ἰσόπεδοι οἱ βουλόμενοι καὶ ἄλλ]ως ἢ οὕτως γραψάτω ἵνα ταῦτα [3]ου[3]οι οἷς ἂν ἄρχωσιν ταῦτα πο[ησά]/τωσαν ὅσοι ἂν κατὰ τοῦτον τὸν [νόμον 3 ὅπως οὕτως γένη]ται φροντισάτωσαν στρ[ατηγὸς δʼ ὡσαύτως ὕπατος ἢ ἀνθύ]πατος οἵτινες κατὰ τοῦτο[ν] / τὸν νόμον εἴτε δήμου γνώμη εἴη{ι} [εἴτε νόμος τῶν ἐπιόντων ἐτῶν ἐν Μα]κεδονίαι ἐπαρχείαν ἕξει εὐ[θὺς 3 εἰς Θρά]ικην ἧς Τίτος Δείδιος ἡγούμενο[ς] / ἐκράτησεν πορευθήτω τοῦ τε ἐπάν[ω 3]τω ταύτην τε τὴν ἐπαρχ[είαν 3 φροντισά]τω τε καθὼς ἂν αὐτῶι δοκῇ κα/λῶς ἔχειν ὅπως τὰς δημοσίας προ[σόδους αἳ ἂν 3 ἐν τῇ ἐπαρχε]ίαι ὦσιν καρπεύων τ[3 δ]εήσει οὗτός τε ἑκάστου ἐνιαυ/τοῦ μὴ ἔλασσον ἡμερῶν ἕξ [3]ς πρὸ τοῦ αλ[3 ὅσ]ον ἂν [δυνατὸν ᾖ] ὅπως αὐτὸ[ς] / [ὁπ]όσους ἂν τῶι δήμωι τῶ[ι Ῥωμαίων 3]ς οὗτος [3] / [3]τη[3] // [6] / [3]ειν ἀναφέρει[ν] / [τὸν ταμ]ίαν κα[3 ἕως εἰς Ῥ]ώμην εἰσῆλθε[ν] / [3 τ]αμίας ᾧ ἡ Ἀσία Μακεδο[νία ἐπαρχεία ἐστίν 3] φροντιζέτω τῶν δημο[σίων] / [χρημ]άτων καὶ ζημιούτω παρ[3]γ[3]αι ὅτε ἦρχε(ν) οὗτός τε ἀν(υ)[πεύ]/[θυνος] ἔστω ἕως ἂν εἰς Ῥώμην ε[ἰσέλθῃ 3]ν σ[υμβόλαια 3 κα]τὰ τοῦτον τὸν νόμον δεῖ π[οι]/[εῖν] ποείτω μήτε τις ἄρχων [μήτε τις ἀντάρχων αὐτὸ]ν κα[τακωλυέτω ὅπως ἐν οἷς τα]ῦτα κατὰ τὸν νόμον τοῦ/[τον] δεῖ γείνεσθαι ἔλασον ὅ ἐστι [τεταγμένον γένητα]ι στρατ[ηγὸς ὕπατος ἢ ἀνθύπατος ᾧ] ἢ Ἀσία ἢ Μακεδονία ἐπαρχεία ἐστίν / [ὅδʼ ἐ]ν ἡμέραις δέκα ταῖς ἔγγιστα αἷς ἂν γν[ωρίσῃ τοῦτον τ]ὸν νόμον τ[ῶι δήμωι κεκυρῶσθαι ἐ]ν τῆι ἐκκλησίαι ὀμνυέτω ὅτι ὅσʼ / [ἂ]ν ἐν τούτωι τῶι νόμωι κελεύει ποιεῖν πάντα ποιείτω οὔτε ὑπενα[ντίον τι τούτοις ἄνευ δ]όλου πονηροῦ ἄρχοντες οἵτινες / [νῦ]ν εἰσιν ἐκτὸς τῶν δημάρχων καὶ ἐπάρχων οὗτοι ἐν ἡμέραις πέντε [ταῖς ἔγγιστα αἷς ἂν] ὁ δῆμος τοῦτον τὸν νόμον κυρώσῃ ὅσοι μετὰ / [ταῦτ]α ἀρχὴν ἕξουσι ἐκτὸς ἐπάρχων οὗτοι ἐν ἡμέραις πέντε ταῖς ἔγγιστα [ὀμοσάτω αἷς ἂ]ν εἰς τὴν ἀρχὴν εἴσεται οἵτινές τε αὐτῶν ἐν Ῥώμ[ῃ] / [εἰσίν] ὀμοσάτω τὸν Δία καὶ τοὺς θεοὺς τοὺς πατρώιους ποιήσειν ὅσα ἐν τούτωι τῶι νόμωι κατακεχώρισται πάντα {ποιήσειν} καὶ φροντίσαι ὅπως γέ/[νητα]ι μήτε ὑπεναντίον τούτωι τῶι νόμωι ποιήσειν μήτε ποιήσειν ὧι τις ἄλλος ποιήσῃ μήτε ἄλλως ποιήσειν ἢ ἐν τούτῳ τῶι νόμωι ἐστὶν ὅπως γένη/[ται] [3] ὑπεναντίον τούτῳ τῷ νόμῳ μή τις ποείτω ἄνευ δόλου πονηροῦ ὅσα τέ τινας κατὰ τοῦτον τὸν νόμον δεῖ ποεῖν ποεῖτε μήτε τις ποείτω ᾧ ο[ὗ]/[τ]ος ὁ νόμος κατὰ παρεύρεσιν ἀκυρωθῇ ἄνευ δόλου πονηροῦ μήτε τις ποείτω μήτε ἐπικρινάτω ὧι ἔλασσον ὅσα δεῖ κατὰ τοῦτον τὸν νόμον γέν[η]ται κα[ὶ] / οὓς δεῖ ποιεῖν ὀμνύειν δεῖ ποιείτωσαν καὶ ὀμνυέτωσαν ἢ ὧι ἔλασσον ἢ ἄλλως τι γένηται {ἄλλως} ἢ ἐν τούτωι τῶι νόμῳ γεγραμμένον ἐστίν τῶι τε ὑ/πεναντίον τούτωι τῶι νόμωι ποιοῦντι ἢ ἐπικρίναντι ὅσα τε κατὰ τοῦτον τὸν νόμον μὴ ποήσῃ ἢ μὴ κατὰ τοῦτον τὸν νόμον ὀμόσῃ ὅπως αὐτῶι / [ἀζ]ημίωι μὴ ἐξῇ εἶναι μήτε ἔλασσον (ἐάν τις) αὐτὸν κρῖναι βούληται ἐξέστω [3] ἐάν τις ὑπεναντίον τῶι νόμωι τούτωι [τ]ι ποιήσῃ εἴτε τι οὓς δεῖ κατ[ὰ] / [το]ῦτον τὸν νόμον τι ποιῆσαι (ὀμόσαι) μὴ ποιήσῃ ἢ μὴ ὀμόσῃ ἐάν τε τις τούτωι τῶι νόμωι ἔλασσον ποιήσῃ ἢ ἄλλως ὑπενα[ν]τί[ο]ν ποιήσῃ ἢ ἐν τούτωι τῷ ν[ό]/[μω]ι γεγραμμένον ἐστίν ποιήσῃ ἢ ἐπικρίνῃ ἢ παρανομήσῃ δόλωι πονηρῶι οὗτος νόμω(ν) σηστερτίω(ν) μυριάδας εἴκο[σ]ι (ζημιούσθω) κ[αθʼ] ἕκαστον εἶδος ὃ ἂν παρανομή/σῃ καὶ ἐάν τι μὴ ποιήσῃ ἄλλως ἢ ἐν τούτωι τῶι νόμωι γεγραμμένον ἐστί[ν] καὶ ὃ ἂν ἄ[λλ]ως ποιήσῃ (ἢ) ἐν τῶι νόμω[ι] τούτῳ κατ[α]κεχώρισται τῶι δήμωι τοῦτ[ο] / τὸ χρῆμα ὀφειλέτω δοῦναι ταῦτά τε τὰ χρήματα ὁ βουλόμενος ὅστις ἐ[ν] ταύτηι τῆι πολιτείαι γ[ε]γενημένος ἐστὶν ἐλεύθερος ὅσοις κατὰ τοῦτον τὸν νό/μον χρήματα ἐναιτήσει(ν) καὶ κρίνεσθαι ἐξῇ οὗτοι ἀγέτωσαν καὶ κρινάτωσαν τό τε ὄνομα καταφερέτωσαν πρὸς τὸν περὶ τούτων μήτε τις ἄρχων μήτε [τις] / ἀντάρχων ποιείτω ὧι ἔλασσον κριθῇ μήτε κωλυέτω ὧι ἔλασσον ταῦτα τὰ χρήματα εἰς ἀμφισβήτησιν γένηται καὶ ἀπαιτηθῇ καὶ κριτήριον γένητ[αι καὶ] / ἀποκατασταθῇ τὰ χρήματα ὃς ἂν ὑπεναντίον τούτων τι ποιήσῃ ἢ κωλύσῃ ἢ ἐπικρίνῃ ὁμοίως καὶ οὗτος καθʼ ἕκαστον εἶδος ζημιού[σθ]ω ὥ[σπερ] / εἰ ὑπεναντίον τούτωι τῶι νόμωι ἦι πεποιηκώς ἢ ὥσπερ εἴ τι κατὰ τοῦτον τὸν νόμον ἔδει ποιεῖν καὶ οὐκ ᾖ πεποιηκώς ὁμοίως καὶ οὗτος ζημιούσθω κ[α]/θότι καὶ ἐπὶ τῶν ἄλλων γέγραπται [3] ὅσα χρήματα κατὰ τοῦτον τὸν νόμον ἀπαιτηθῇ ἐὰν ταῦτα τὰ χρήματα ὅταν ἀπαιτηθῇ ὅθεν ἂν ἀπαιτηθῇ μ[ὴ λυθῇ ὁ αὐ]/τὸς στρ[ατη]γός πρὸς ὃν περὶ τούτου πρὸς τὴν ἀρχὴν προσαχθῇ [κριτὴν ἢ] κριτήριον οὕ[τως δό]τω ὅσον ἂν [αὐτῷ φαίνηται τοῦ]τον παρʼ οὗ ἂν ἀπαιτ[ηθῇ κατὰ τοῦ]/[τον] τὸν νόμον τῶι δήμωι δ[ιαλύσειν ἀπροφασίστ]ως οὗτός τ[ε 3]ο το πρα[3] κριτῶν [3]αντ[3] / [3]το[3]της [
inscription genus / personal status: leges;  ordo senatorius;  praenomen et nomen;  reges;  viri
material: lapis


imprint data protection disclaimer