EDCS
|
||
Datenbank-Recherche /
search database /
banco de datos /
recherches à la banque des données / ricerca nel database EDCS-Journal – Open Peer-Reviewed Online Journal Please send PDFs of your latest publications. |
inscriptions found: 1
publication: AE 1926, 00095 = IGBulg-02, 00659
dating: 198 to 198 EDCS-ID: EDCS-78300719
province: Moesia inferior place:
Αὐτοκράτωρ Καῖσαρ θεοῦ Μάρκου / Ἀντωνείνου Εὐσεβοῦς Γερμανικοῦ Σαρ/ματικοῦ υἱός θεοῦ Κομμόδου ἀδελφός / θεοῦ Ἀντωνείνου Εὐσεβοῦς υἱωνός θεοῦ / Ἁδριανοῦ (ἔκγονος) θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ / θεοῦ Νέρουα (ἀ)πόγονος Λούκιος Σεπτίμιος / Σευῆρος Εὐσεβὴς Περτίναξ Σεβαστὸς Ἀραβι/κὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος ἀρχιε/ρεὺς μέγιστος δημαρχικῆς ἐξουσίας τὸ ϛʹ / αὐτοκράτωρ τὸ ιαʹ ὕπατος τὸ βʹ πατὴρ πατρί/δος ἀνθύπατος καὶ Αὐτοκράτωρ Καῖσαρ Λου/κίου Σεπτιμίου Σευήρου Εὐσεβοῦς Περτίνα[κος] / Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγί/στου υἱός θεοῦ Μάρκου Ἀντωνείνου Εὐσεβ(οῦς) Σ[εβ](αστοῦ) Γερ/μανικοῦ Σαρματικοῦ υἱωνός θεοῦ Ἀντωνείνου Ε[ὐ]/σεβοῦς ἔκγονος {ἀπόγονος ἀνθύπατος} θε/οῦ Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θε/οῦ Νέρουα (ἀπόγονος) Μᾶρκος Αὐρήλιος Ἀντωνεῖνος Σεβαστός / δημαρχικῆς ἐξουσίας (ἀνθύπατος) Νεικοπολειτῶν τῶν πρὸς / Ἴστρῳ τοῖς ἄρχουσιν καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί/ρ[ει]ν φανερωτάτην προθυμίαν ὑμῶν εἴδομεν δι/ὰ τοῦ ψηφίσματος ὡς γὰρ εὖνοι καὶ εὐσεβεῖς [ἄν]/δρες καὶ τὴν ἀμείνω σπουδάζοντες ὑμεῖν ὑπάρ/χειν παρʼ ἡμεῖν κρίσιν οὕτως ἐδηλώσατε τοῖς / παροῦσιν συνησθέντες καὶ δημοσίαν ἀγα/γόντες ἑορτὴν ἐπὶ τοῖς τῶν ἡμετέρων ἀγαθῶν [εὐ]/ανγέλμασι εἰρήνης τε πανδήμου πᾶσιν / ἀνθρώποις ὑπαρχούσης τῇ τῶν ἀεὶ θρασυν[ο]/μένων περὶ τὴν ἀρχὴν βαρβάρων ἥττῃ καὶ ἡμῶν ἐ[ν] / δικαίαι κοινωνίαι συνεζευγμένων Καίσαρα / ἐχόντων οἰκεῖον καὶ γνήσιον διὸ τὸ ψήφι/σμα μετὰ τῆς προσεκούσης περὶ ὑμᾶς τειμῆς / ἀνέγνωμεν καὶ τὴν συντέλειαν τῶν χρημάτων / τὰς ἑβδομήκοντα μυριάδας ὡς παρὰ ἀν/δρῶν εὔνων προσηκά[μ]εθα τὸ ψήφισμα ἔ/πεμψεν Ὀουίνιος Τέρτυλλος ὁ κράτιστος φί/λος ἡμῶν καὶ πρεσβευτής εὐτυχῶς
inscription genus / personal status: Augusti/Augustae; tituli honorarii; tituli sacri; tria nomina; viri
material: lapis
imprint | data protection | disclaimer |