MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   188


inscriptions found:  1


publication: AE 1928, 00058 = SEG-04, 00263 = SEG-29, 01080          EDCS-ID: EDCS-78300774
province: Asia         place:
ψηφίσματι ἐπὶ θεοῦ Ἀπόλλωνος τὸ δʹ μηνὸς Διοσθεῶνος / [ἔδοξεν Στρατονικέων] τῆς αὐτόχθονος καὶ μητροπόλεως τῆς Καρίας τῇ βουλῇ καὶ τῷ δήμῳ εἰσηγησαμένου τὴν γνώμην Ἰάσονο[ς] / [τοῦ 3 ἐπι]ψηφίσαντος πρυτάνεως Λέοντος τοῦ Φανίου ἐπεὶ ὁ μέγιστος καὶ ἐπιφανέστατος Ζεὺς Πανάμαρος σώζει τὴν πό/[λιν διὰ παντὸς χρόνου θέ]λουσι δὲ καὶ οἱ εὐσεβέστατοι καὶ φιλοπάτριδες ἄνδρες [ἱ]ερᾶσθαι αὐτοῦ Τιβέριός τε Φλά(ουιος) Στρατοκλέους υἱός Κυρείνα Μέ/[νανδρος ἱερατευκὼς τ]ὸ πρῶτον ἐν Ἡραίοις μετὰ τῆς σεμνοτάτης γυναικὸς Φλ(αουίας) Διομήδους θυγατρὸς Λεοντίδος τοῦ πρώτου γένους καὶ ἀξιώμα/[τος ἠρχιεράτευκεν ὁ]μοῦ τῶν Σεβαστῶν Αὐτοκρατόρων καὶ ἐστεφανοφόρηκεν τοῦ Ἀπόλλωνος καὶ μετὰ πολλὰ ἀναλώματα τὰ ἐν τῇ ἀρχιερωσύ/[νῃ κατεσκεύασεν ἐκ τ]ῶν ἰδίων καὶ μέγιστον ἔργον ἄτρειον βαλανείῳ ὃ δέχεται ἀναλώματος οὐκ ὀλίγας μυριάδας καὶ ταῦτα ἡδέως / [ἐποίησεν ἐμφανίζων] ὅσου μὴν ποιεῖται πρὸς αὐτὸν εὐσέβειαν καὶ θρησκείαν καὶ πάλιν ἱερατεύει μετὰ τῆς ἀξιολογωτάτης Λεοντί/[δος ἐν τοῖς Ἡραίοις τ]ὰ τείμ(ι)α τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς καὶ τὰ πρὸς τοὺς ἀνθρώπους φιλοτειμότατα ἐκτελῶν ὡς καὶ γυμνασιαρχίαν / [τελεῖν μεγαλοπρεπῶς] εἰς τὰ [Παναμά]ρεια τιθέντα τὸ ἔλαιον ἑλκυστὸν ἐγ λουτ[ή]ρων καὶ τοῖς Ἡραίοις ὥσπερ τὸ πρῶτον καὶ νῦν πᾶν τὸ πλῆ/[θος καλεῖν τῶν ἐλευθέρων καὶ] τῶν δούλων ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ διανομῇ ἀργυρίου ὅ τε δῆμος ἡμῶν βουλόμενος τὰς ἀξίας / [χάριτας ἀποδοῦναι Μενάν]δρώ καὶ τῇ Λεοντίδι τετείμηκεν αὐτοὺς καὶ δι[ὰ] τοῦδε τοῦ ψηφίσματος ἐπιβεβόηκέν τε τὸ πλῆθος / [εἰς τιμὴν καὶ σεβασμὸν] τοῦ θεοῦ προγράφεσθαι πᾶσιν τοῖς ἐπιδιδομένο[ι]ς ἐγ(γ)ράφοις τὸ τοῦ θεοῦ ὄνομα καὶ τὸν ἱερῆ δεδόχθαι / [τιμᾶσθαι Φλ(άουιον) Μένανδρ]ον καὶ Φλ(αουίαν) Λεοντίδα ταῖς ἐξαιρέτοις τειμαῖς ἐπί [τε] τῶν χρηματιζομένων πάντων ὅταν γραφῇ ὁ τοῦ αὐ/[τοῦ ἐνιαυτοῦ στεφανηφόρος π]ρογράφεσθαιἐπὶ ἱερέως δὲ τοῦ ἐπιφανεστάτου θ[εοῦ] Διὸς Παναμάρου τὸ βʹ Τι(βερίου) Φλ(αουίου) Στρατοκλέους ὑιοῦ Κυ(ρείνα) Με/[νάνδρου 3] ἐπὶ ἀρχιερέως δὲ Σεβαστῶν Αὐτοκρατόρων κ[αὶ στ]εφανηφόρου θεοῦ Ἀπόλλωνος τὸ δʹ καὶ πρὸς τὸ λο[ι]/[πὸν πᾶσιν ἐγγράφοις ο]ὕτως προχρηματίζειν τὸ τοῦ Διὸς Πα[ναμάρ]ου ὄνομα καὶ τοῦ γεινομένου αὐτοῦ ἱερέως κα[ὶ] / [3 ὁμοί]ως τὸν γενόμενον ἀρχιερῆ τούτου προ[σήκοντ]ος καὶ τῇ πρὸς τὸν θεὸν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἄνδρας προθυμίᾳ
inscription genus / personal status: mulieres;  tituli honorarii;  tituli sacri;  viri
material: lapis


imprint data protection disclaimer