MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   13211


inscriptions found:  1


publication: CIG 04957 = OGIS 00669 = IGRRP-01, 01263 = FIRA-01, 00058 = AE 1940, 00246 = AE 1951, +00034
dating: 68 to 68         EDCS-ID: EDCS-79100288
province: Aegyptus         place:
Ἰούλιος Δημήτριος στρατηγὸς Ὀάσεως Θ[ηβαΐ]δος τοῦ πεμφθέντος μοι διατάγματος ὑπὸ τοῦ κυρίου ἡγεμόνος / Τιβερίου Ἰουλίου Ἀλεξάνδρου τὸ ἀντίγραφον ὑμεῖν ὑπέταξα ἵνʼ εἰδότες ἀπολαύητε τῶν εὐεργε(σ)ιῶ(ν) (ἔτους) βʹ Λουκίου Λιβίου (Σ)εβαστοῦ (Σ)ουλπικίου / Γάλβα Αὐτοκράτορος Φαῶφι αʹ Ἰουλίᾳ Σεβαστῆι Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῶι προσήκοντι κα/ταστήματι τὴν πόλιν ἀπολαύουσαν τῶν εὐεργεσιῶν ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῆι τε εὐθηνίᾳ καὶ τῆι μεγίσ/τηι (τ)ῶ[ν] νῦν καιρῶν εὐδαιμονίᾳ μὴι βαρυνομένην καιναῖς καὶ ἀδίκοις εἰσπράξεσι σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατʼ ὀλίγους καὶ κα/τὰ πλήθηι τῶν τε ἐνθάδε εὐσχημονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔγγιστα γενομένας ἐπηρείας οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐπείγον/τα ἐπανορθούμενος ἵνα (δ)ὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμεῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέτου Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸ(ς) σωτηρίαν / [κ]αὶ τὰ πρὸς ἀπόλαυσιν καὶ γινώσκητε ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων προέγραψα ἀναγκαίως περὶ ἑκάστου τῶν ἐπιζητουμένων ὅσα ἔξεστί μοι κρεί/νειν καὶ ποιεῖν τὰ δὲ μείζονα καὶ δεόμενα τῆς τοῦ αὐτοκράτορο(ς) δυνάμεως καὶ μεγαλειότητος αὐτῶι δηλώσωι μετὰ πάσης ἀληθείας τῶν θεῶν ταμιευσαμένων εἰς τοῦτον τὸν / ἱερώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν ἔγνων γὰρ πρὸ παντὸς εὐλογωτάτην οὖσαν τὴν ἔντευξιν ὑμῶν ὑπὲρ τοῦ μὴι ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢι ἄλ/[λ]ας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν [ἔ]θος τῶν ἐπαρχειῶν πρὸς βίαν ἄγεσθαι καὶ ὅτι οὐκ ὀλ[ίγ]ον ἔβλαψε τὰ πράγματα τὸ πολλοὺς ἀπείρους ὄντα(ς) τῆς τοιαύ/της πραγματείας ἀχθῆναι μετʼ ἀνάγκης ἐπιβληθ(έ)ντων αὐτοῖς τῶν τελῶν διόπερ καὶ αὐτὸς οὔτε ἤγαγόν τινα εἰς τελωνείαν ἢι μίσθωσιν οὔτε ἄξωι (ε)ἰδὼς τοῦτο / συμφέρειν καὶ ταῖς κυριακαῖς ψήφοις τὸ μετὰ προθυμίας ἑκόντας πραγματεύεσθαι τοὺς (δ)υνατούς πέπεισμαι δὲ ὅτι οὐδʼ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας / ἢι μισθωτάς ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἑκουσίως προ(σ)έρχεσθαι μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσων ἢι τὴν πρόσκαιρόν τινος ἀδικίαν / μειμησάμενος ἐπειδὴι ἔνιοι προφάσει τῶν δημοσίων καὶ ἀλλότρια δάνεια παραχωρούμενοι εἴς τε τὸ πρακτόρειόν τινας παρέδοσαν καὶ εἰς ἄλλας φυλακάς ἃς καὶ διʼ αὐτὸ τοῦτο / ἔγνων ἀναιρεθείσας ἵνα αἱ πράξεις τῶν δανείων ἐκ τῶν ὑπαρχόντων ὦσι καὶ μὴι ἐκ τῶν (σ)ωμάτων ἑπόμενος τῆι τοῦ θεοῦ Σεβα(σ)τοῦ βουλήσει κελεύωι μηδένα τῆι τῶν (δ)ημοσίων προφά/σει παραχωρεῖσθαι παρʼ ἄλλων (δ)άνεια ἃ μὴι αὐτὸς ἐξ ἀρχῆς ἐδάνεισεν μηιδʼ ὅλως κατακλείε(σ)θαί τινα(ς) ἐλευθέρους εἰς φυλακὴν ἡντινοῦν εἰ μὴι κακοῦργον μη(δ)ʼ εἰς τὸ πρακ/τόρειον ἔξωι (τ)ῶν ὀφειλόντων εἰς τὸν κυρι(α)κὸν λόγον ἵνα (δ)ὲ μηι(δ)αμόθεν βαρύνηι τὰ(ς) πρὸ(ς) ἀλλήλου(ς) (σ)υναλλαγὰς τὸ τῶν δημοσίων ὄνομα μη(δ)ὲ συνέχωσι τὴν κοινὴν πίστιν / οἱ τῆι πρωτοπραξίᾳ πρὸς ἃ μὴ δεῖ καταχρώμενοι καὶ περὶ ταύτης ἀναγκαίως προέγραψα ἐδη(λ)ώθηι γάρ μοι πολλάκις ὅτι ἤδηι τινὲς καὶ ὑποθήκας ἐπείρασαν ἀφελέσθαι νομίμως / (γ)εγονυίας καὶ ἀποδεδομένα δάνεια παρὰ τῶν ἀπολαβόντων ἀναπράσσειν πρὸς βίαν καὶ ἀγορασμοὺς ἀνα(δ)άστους ποιεῖν ἀποσπῶντες τὰ κτήματα τῶν ὠνησαμένων ὡς / συμβεβληκότων τισὶν ἀναβολικὰ εἰληφόσ[ι] ἐκ τοῦ φίσκου ἢι στρατηγοῖς ἢι πραγματικοῖς ἢι ἄλλοις τῶν προσοφειληκότων τῶι δημοσίωι λόγωι κελεύωι οὗν ὅστις{ς} ἂν ἐνθά(δ)ε / ἐπίτροπος τοῦ κυρίου ἢι οἰκονόμος ὕποπτόν τινα ἔχηι τῶν ἐν τοῖς δημοσίοις πράγμασιν ὄντων κατέχεσθαι αὐτοῦ τὸ ὄνο[μ]α ἢι προγράφειν ἵν[α μηδ](ε)ὶς τῶι τοιούτωι συνβάλληι / ἢι μέρηι τῶν ὑπαρχόντων αὐτοῦ κατέχειν ἐν τοῖς δημοσίοις γραμματοφυλακίοις πρὸς ὀφείλημα ἐὰν δέ τις μήιτε ὀνόματος κατεσχημένου μήτε τῶν ὑπαρχόντων κρατου/μένων δανίσηι νομίμως λαβὼν ὑποθήκην ἢι φθάσηι ἃ ἐδάνισεν κομίσασθαι ἢι καὶ ὠνήσηταί τι μὴι κατεχομένου τοῦ ὀνόματος μηδὲ τοῦ ὑπάρχοντος οὐδὲν πρᾶγμα ἕξει / τὰς μὲν γὰρ προῖκας ἀλλοτρίας οὔσας καὶ οὐ τῶν εἰληφότων ἀνδρῶν καὶ ὁ θεὸς Σεβαστὸς ἐκέλευσεν καὶ οἱ ἔπαρχοι ἐκ τοῦ φίσκου ταῖς γυναιξὶ ἀποδίδοσθαι ὧν βεβαίαν δεῖ / τὴν πρωτοπραξίαν φυλάσσειν ἐνετεύχθην δὲ καὶ περὶ τῶν ἀτελειῶν καὶ κουφοτελειῶν ἐν αἷς ἐστιν καὶ τὰ προσοδικά ἀξιούντων αὐτὰς φυλαχθῆναι ὡς ὁ θεὸς Κλαύδιος / ἔγραψεν Ποστόμωι ἀπολύων καὶ λεγόντων ὕστερον κατακεκρίσθαι τὰ ὑπὸ ἰδιωτῶν πραχθέντα ἐν τῶι μέσωι χρόνωι μετὰ τὸ Φλάκκον κ(α)τ(α)κρεῖναι καὶ πρὸ τοῦ τὸν θεὸν / Κλαύδιον ἀπολῦσαι ἐπεὶ οὖν καὶ Βάλβιλλος καὶ Οὐηστεῖνος ταῦτα ἀπέλυσαν ἀμφοτέρων τῶν ἐπάρχων ἐπικρίματα φυλάσσωι καὶ ἐκείνων κατηκολουθηκότων τῆι / τοῦ θεοῦ Κλαυδίου χάριτι ὥστε ἀπολελύσθαι τὰ μηδέπωι ἐξ αὐτῶν εἰσπραχθέντα δηλονότι εἰς τὸ λοιπὸν τηρουμένης αὐτοῖς τῆς ἀτελείας καὶ κουφοτελείας ὑπὲρ (δ)ὲ / τῶν ἐκ τοῦ Καίσαρος λόγου πρα{χ}θέντων ἐν τῶι μέσωι χρόνωι περὶ ὧν ἐκφόρια κατεκρίθηι ὡς Οὐηστεῖνος ἐκέλευσεν [τ]ὰ καθήκοντα τελεῖσθαι καὶ αὐ/τὸς ἵστημι ἀπολελυκὼς τὰ μηδέπωι εἰσπραχθέντα καὶ πρὸς τὸ μέλλον μένειν αὐτὰ ἐπὶ τοῖς καθήκουσι ἄδικον γάρ [ἐ]στιν τοὺς ὠνησαμένους κτή/ματα καὶ τιμὰς αὐτῶν ἀποδόντας ὡς δημοσίους γ(ε)ωργοὺς ἐκφόρια ἀπαιτεῖσθαι τῶν ἰδίων ἐδαφῶν ἀκόλουθον δέ ἐ[σ]τιν ταῖς τῶν Σεβαστῶν / χάρισι καὶ τὸ τοὺς ἐνγενεῖς Ἀλεξανδρεῖς καὶ ἐν τῆι [χώ]ρᾳ διὰ φιλεργίαν κατοικοῦντας εἰς μηδεμία[ν ἄγ]εσ[θαι χωρικὴν λ]ειτουρ[γίαν] / πολλάκις μὲν ἐπεζητήσατε καὐτὸς δὲ φυλάσσωι ὥστε μηδένα τῶν ἐνγενῶν Ἀλεξανδρέων εἰς λειτουργίας χωρικὰς ἄγεσθαι μελήσει δέ / μοι καὶ τὰς στρατηγίας μετὰ διαλογισμὸν πρὸς τριετίαν ἐνχιρίζειν τοῖς κατασταθησομένοις καθόλου (δ)ὲ κελεύωι ὁσάκις ἔπαρχος ἐπʼ αὐτὸν ἀχθέντα ἔφθα/σεν κρείνας ἀπολῦσαι μηκέτι εἰς διαλογισμὸν ἄγεσθαι ἐὰν δὲ καὶ δύο ἔπαρχοι τὸ αὐτὸ πεφρονηκότες ὦσι καὶ κολαστέος ἐστὶν ὁ ἐγλογιστὴς ὁ τὰ αὐτὰ εἰς διαλογισμὸν / ἄγων κ[α]ὶ μηδὲν ἄλλο ποιῶν πλὴν ἀργυρισμοῦ πρόφασιν καταλείπων ἑαυτῶι καὶ τοῖς ἄλλοις πραγματικοῖς πολλο[ὶ] (γ)οῦν ἠξίωσαν ἐκστῆναι μᾶλλον τῶν ἰδίων κτημάτων ὡς / πλεῖον τῆς τιμῆς αὐτῶν ἀνηλωκότες διὰ τὸ καθʼ ἕκαστον διαλογισμὸν τὰ αὐτὰ πράγματα εἰς κρίσιν ἄγεσθαι τὸ δʼ αὐτὸ καὶ περὶ τῶν ἐν ἰδίωι λό(γ)ωι πραγμάτων ἀγομένων ἵστημι ὥσ/τε εἴ τι κριθὲν ἀπελύθηι ἢι ἀπολυθήσεται ὑπὸ τοῦ πρὸς τῶι ἰδίωι λόγωι τεταγμένου μηκέτι ἐξεῖναι τούτωι εἰσαγγέλλειν κατηγόρωι μη(δ)ὲ εἰς κρίσιν ἄγεσθαι ἢι ὁ τοῦτο ποιήσας ἀπαραιτή/τως ζημιωθήσεται οὐδὲν γὰρ ἔσται πέρας τῶν συκοφαντημάτων ἐὰν τὰ ἀπολελυμένα ἄγηται ἕως τις αὐτὰ κατακρείνηι ἤδηι δὲ τῆς πόλεως σχεδὸν ἀοικήτου γενομένης διὰ τὸ / πλῆθος τῶν συκοφαντῶν καὶ πάσης οἰκίας συνταρασσομένης ἀν(α)γκαίως κελεύωι ἐὰν μέν τις τῶν ἐν ἰδίωι (λ)όγωι κατηγόρων ὡς ἑτέρωι συνηγορῶν εἰσάγηι ὑπόθεσιν παρίστασθαι ὑπʼ / αὐτοῦ τὸν προσαγγεί(λ)αντα ἵνα μηδὲ ἐκεῖνος ἀκίνδυνος ἦι ἐὰν (δ)ὲ ἰ(δ)ίωι ὀνόματι κατενεγκὼν τρεῖς ὑποθέσεις μὴι ἀποδείξηι μηκέτι ἐξεῖναι αὐτῶι κατηγορεῖν ἀλλὰ τὸ ἥμισυ αὐτοῦ / τῆς οὐσίας ἀναλαμβάνεσθαι ἀδικώτατον [γά]ρ ἐστιν πολλοῖς ἐπάγοντα κινδύνους ὑπὲρ οὐσιῶν καὶ τῆς ἐπ[ιτ]ιμίας αὐτὸν διὰ παντὸς ἀνεύθυνον εἶναι καὶ καθόλου δὲ / [κ]ελεύσομαι τὸν γνώμονα τοῦ ἰ[δ]ίου λόγου [κεῖσθ]αι τὰ καινοποιηθέντα παρὰ τὰς τῶν Σεβαστῶν χάριτας ἐ[πα]νο[ρθ]ωσάμενος προγράψω[ι δὲ φανερῶς ὅπως τοὺς ἤδηι ἐξ]/ελε(γ)χθέντα[ς] συκοφάντας ὡς ἔδει ἐτιμωρησάμην οὐκ ἀγνοῶι δʼ ὅτι πολλὴν πρόνοιαν ποιεῖσθε καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ [δ]ιαμ[ένειν] ἐξ ἧς [μεγάλως βαρύνεσθε ἃς μὲν οὖν] / χορηγίας ἔχετε ὅσα οἷόν τε ἦν ἐπηνωρθωσάμην ἐνέτυχον γάρ μοι πολλάκις οἱ καθʼ ὅλην τὴν χώραν (γ)εωργοῦντες καὶ ἐδή(λ)ωσαν ὅτι πο(λλ)ὰ καιν[ῶ]ς κατεκρίθησα[ν οὐ διὰ κακουργήματα] / [ἀλλὰ] διὰ τελέσματα σιτικὰ καὶ ἀργυρικά καὶ οὐκ ἐξὸν τοῖς βουλομένοις εὐχερῶς καθολικόν τι καινίζειν ταῦτα δὲ καὶ τὰ τοιαῦτα κατακρίματ[α ο]ὐκ ἐπὶ τὴν Θηβαΐδα μόνη[ν εὗρον ἐκτεινόμενα] / [οὐ]δὲ ἐπὶ τοὺς πόρρωι νομοὺς τῆς κάτωι χώρας ἀλ(λ)ὰ καὶ τὰ προάστια τῆς πό(λ)εως ἔφθασεν τήν τε Ἀλεξανδρέων καλουμένην χώραν καὶ τὸν Μαρεώτην [λαβεῖν διὸ κελεύωι] / [το]ῖς κατὰ νομὸν στρατηγοῖς ἵνα εἴ τινα καινῶς τῆι ἔγγιστα πενταετίᾳ τὰ μὴι πρότερον τελούμενα καθολικῶς ἢι πληθικῶς νομῶν ἢι τοπα[ρχιῶν γεωργοῖς] / [κατ]εκρίθηι ταῦτα εἰς τὴν προτέραν τάξιν ἀποκαταστήσωσιν παρέντες αὐτῶν τὴν ἀπαίτησιν ἃ καὶ ἐπὶ τὸν διαλογισμὸν ἀχθέντα ἐκ τῶν [ἀγορῶν ἀπο]/[λύωι] ἐκώλ[υ]σα δʼ ἔτι καὶ πρότερον καὶ τὴν ἄμετρον ἐξουσίαν τῶν ἐ(γλ)ογιστῶν διὰ τὸ πάντας αὐτῶν καταβοᾶν ἐπὶ τῶι παραγράφειν αὐτοὺς πλεῖστα ἐκ τ[ῆς ὁ]/[μοιώσεως] ἐξ οὗ συνέβαινεν αὐτοὺς μὲν ἀργυρίζεσθαι τὴν δὲ Αἴγυπτον ἀνάστατον γείνεσθαι καὶ νῦν τοῖς αὐτοῖς παραγγέλλωι μηδὲν ἐξ ὁμοιώμα[τος] / [παρα]γράφειν ἀλλὰ [μ]ηι[δʼ] ἄλλο τι τῶι καθόλου χωρὶς τοῦ κρεῖναι τὸν ἔπαρχον κελεύωι δὲ καὶ τοῖς στρατηγοῖς μηδὲν παρὰ ἐγλογιστῶν μεταλαμβάνειν χωρὶς ὑ[πο]/[θήκ]ης ἐπάρχου καὶ οἱ ἄλλοι δὲ πραγματικοί ἐάν τι εὑρεθῶσι ψευ(δ)ὲς ἢι παρὰ τ[ὸ] δέον παραγεγραφότες καὶ τοῖς ἰδιώταις ἀποδώσουσιν ὅ(σ)ον ἀπῃτήθησαν καὶ τὸ (ἴ)σ[ον] / [ἀποτίσ]ουσι [ε]ἰς τὸ δημόσιον τῆς δʼ αὐτῆς κακοτεχνίας ἐστὶν καὶ ἡι λεγομένηι κατὰ σύνοψιν ἀπαίτησι[ς] οὐ πρὸς τὴν οὖσαν ἀνάβα[σι]ν / [Νίλου ἀ]λλὰ πρὸς σύνκρισιν ἀρχαι(ο)τέρων τινῶν ἀναβάσε[ων καίτοι] τῆς ἀληθείας αὐτῆς οὐδὲν δοκεῖ δικαιότερον εἶναι θαρ/[σεῖν δὲ βούλ]ομαι καὶ προθύμως γεωργεῖν τοὺς ἀνθρώπου[ς εἰδότα]ς ὅτι πρὸς τὸ ἀληθὲς τῆς οὔσης ἀναβάσεως καὶ τῆς βεβρεγμ[έ]/[νης γῆς κα]ὶ οὐ πρὸς σ[υ]κοφαντίαν τῶν κατὰ σύνοψιν παραγραφ[ομέ]νων ἡι ἀπαίτησις ἔσται ἐὰν δέ τις ἐξελεγχθῆι ψευσάμ[ενος αὐτήν] / [τὸ κάθ]εκτον τριπλάσι[ο]ν ἀποδώσει ὅσοι μὲν γὰρ ἐφοβήθησαν ἀ[κ]ούσαντες περὶ ἀναμετρήσεως τῆς ἐν τῆι Ἀ[λε]ξανδρέω[ν χώρᾳ καὶ] / [τῶι νομῷ] Μενελαΐτηι ἀρχαίας γῆς [ε]ἰς ἣν οὐδέποτε σχοινίον κα[τ]ηνέχθηι μὴι μάτην εὐλ[αβ]είσθωσαν οὔτε [γὰρ ἐ]τολμήσε [ποτέ τις ποι]/[ήσασθα]ι τὴν ἀνα[μ]έτρησιν οὔτε [πο]ιήσεται μένειν γὰρ ὀφεί[λ]ει τ[ὸ] ἐξ αἰῶνος αὐτῆς δίκ[αιον τὸ] δʼ αὐτὸ ἵστημι [καὶ π]ερὶ τῶν το[ύτοις προστε]/[θέντ]ων προσγενημάτων ὥστε [μη]δὲν ἐπʼ αὐτῶν καινίζεσθαι περὶ δὲ τῶν ἀρχαιοτ(έ)[ρων] ἐκ[θ]έσεων (ἐ)νκει[μένω]ν ὑμ[ῶ]ν αἷς [τινες ὥστε] / [ἐκπράσ]σειν ἢ ὁρίσαι πολλάκις ο[ὐδὲν] πλέ[ο]ν περιε[ποί]ησαν πλὴν ἀργυρισμοῦ τῶν πραγμ[ατικ]ῶν καὶ τῆς τῶ[ν ἀνθρώ]πων ἐπιτ[ρίψεως Καί]/[σαρι Σ]ε[βα]στῶ[ι] Α[ὐ]τοκράτορι γράψ[ωι μ]ετὰ τῶν ἄλλω[ν ὅ]σα αὐτῶι δήλωι τῶι μόνωι δυναμ[ένω]ι τὰ τοιαῦτα ὁλ[οσχερ]ῶς [ἐ]κκόπτ[ειν οὗ εἰσι] / [αἴτι]αι τῆς πάντων ἡ[μ]ῶν σωτηρίας ἡι δι[η]νεκὴς [εὐ]εργεσία καὶ πρόνοια ἔ[το]υς πρώτο[υ Λουκ]ίου Λειβίο[υ ] / [Γάλ]βα Καί[σ]αρος Σεβαστοῦ Αὐτοκράτορος Ἐ[π]εῖφ[ι] ιβʹ
inscription genus / personal status: leges;  ordo equester;  viri
material: lapis


imprint data protection disclaimer