MC-Logo

EDCS
Epigraphik-Datenbank  Clauss / Slaby

Manfred Clauss / Anne Kolb / Wolfgang A. Slaby / Barbara Woitas

WAS-Logo
UZH-Logo Datenbank-Recherche deutsch  / search database englisch  / banco de datos spanisch  /
recherches à la banque des données französisch  / ricerca nel database italienisch

abbreviations

EDCS-Journal – Open Peer-Reviewed Online Journal 

Please send PDFs of your latest publications.
KU-Logo

search nr. today:   8885


inscriptions found:  1


publication: IScM-01, 00057 = SEG-18, 00293 = SEG-24, 01112 = SEG-25, 00793 = AE 2017, +01226          EDCS-ID: EDCS-36900074
province: Moesia inferior         place:
ἀγαθῆιτύχηι // ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμωι Οὔλπιος Δημή/τριος εἶπεν ἐπιψηφιζομένου Διογένους Θεο/δώρου ἐπειδὴ Ἄβα Ἑκαταίου τοῦ Εὐξενίδου / θυγάτηρ γυνὴ δὲ Ἡράκωντος Ἀριστομάχου γο/νέων τε ἐπισήμων καὶ προγόνων ἐπιφανεστάτων / οὖσα καὶ οὐδεμίαν φιλοτιμίαν ἢ λειτουργίαν / εὐσχήμονα παρῃτημένων ἀλλὰ καὶ στεφανη/φορίας καὶ ἱερωσύνας καὶ ἀρχὰς καὶ ἐπιμελεί/ας καὶ πάσας δημοτελεῖς χορηγίας ἢ καὶ ἐνδό/ξους ὑπηρεσίας ἀνυπερβλήτως ἐκτετελεκό/[τω]ν καὶ πάσης ἐξαιρέτου τειμῆς τετυχηκό/[των] μικρὸν ἡγησαμένη τὴν ἀπὸ μόνου τοῦ / [γένους με]γαλαυχίαν εἰ μὴ καὶ τὴν ἀπὸ τῆς ἰδίας / [πρὸς τὸ]ν δ[ῆμον] εὐποιΐας προσκτήσαιτο δόξαν / [καὶ δ]ιὰ τοῦτο ἱερ[ωσύ]νην Μητρὸς Θεῶν αὐτεπάγγελ/[τος ἀν]αλαβοῦσα οὐ μό[ν]ον ὅσα σεμνῶν γυναικῶν καὶ / [ἱερειῶ]ν καὶ τοῦ παλαιο[ῦ αἰῶν]ος ἦν ἴδια {ν} μεγαλο/φρόνως καὶ εὐγενῶς καὶ ε[ὐ]σ[εβῶ]ς ἐτέλεσεν / ἀλλὰ καὶ ὅσαι μεγάλαι τῶν ἀνδρῶν φιλοτ[είμων ἀρ]/χιερωσύναι ἢ καί τινες ἄλλαι χορηγίαι καὶ τα[ύ]τας [μι]/μήσασθαι σπουδάσασα πρῶτον μὲν εὐθὺς τὰς πρώτας / προσόδους καὶ θυσίας καὶ εὐχὰς τοῖς θεοῖς ποιου/μένη τὴν τοῦ ἔτους ἀρχὴν μετʼ εὐφροσύνης καὶ εὐ/ωχίας μεγαλοπρεποῦς ἐποιήσατο τοῖ[ς μὲ]ν γὰρ / βουλευταῖς πᾶσιν καὶ γερουσιασταῖς καὶ Ταυ/ριασταῖς καὶ ἰατροῖς καὶ παιδευταῖς καὶ τοῖς ἰδίᾳ / καὶ ἐξ ὀνόματος καλουμένοις ἐκ δύο κατʼ ἄνδρα / δηναρ[ί]ων διανο[μ]ήν ἣν οὔπω τις ἄλλη πρότερον / ἔδωκεν τοῖς δὲ ἐ[ν] ταῖς φυλαῖς κατὰ πεντηκονταρ/χίαν διανενεμημ[έ]νοις ἔτι μὴν καὶ ὑμνῳδοῖς καὶ τέ/κτωσιν καὶ ἱεροπ[λα]τείταις καὶ Ἡρακλειασταῖς οἰ/νοπό[σ]ιον ὅσον οἱ ἐ[πὶ τ]οῖς μεγάλοις ὀνόμασιν φιλοτει/μούμ[εν]οι μετὰ [δὲ τοῦ]το πάσῃ νεομηνίᾳ καὶ πά/σαις τα[ῖς ἐ]ν ἑκάσ[τῳ μην]ὶ θυσίαις καὶ ἑορταῖς καὶ πα/τρίοις εὐ[χαῖς] δ[αψιλέστ]ατα καὶ ἱεροπρεπέστατα / ἐξυπηρέ[τησεν ὅσα] γὰρ τῆς ἐθίμου ἱεροποιίας ἀνα/λώματα α[ὐτίκα ἐδέ]ξατο καὶ ὅσα ὑπὲρ εὐσεβείας ἐ/πενόει πάν[τα φιλ]οτείμως ἐποίησεν τῶν μὲν ἀ/ναλωμάτω[ν κατ]αφρονήσασα τῆς δὲ εὐδοξίας οὐ/χ ὀλιγωρήσα[σα τ]έλει καὶ παρεπιδημούντων τι/νῶν τῶν τε π[ερὶ τὸν] δῆμον δυναμένων καὶ τοῦ / πλήθους ὡς ε[3]ειν[3]εαν αὐτῶν αἰτουμένων / καὶ τῶν μᾶλλ[ον 3]ων ἀναδυομένων οὐ/δὲν τούτων [3] ἡμέραν ἣν ἠθέλησεν / ἡ πόλις τῶ[ν 3] πᾶσιν ἔδωκεν καὶ κα/θόλου διʼ ὅλ[ου 3]ν καὶ γυναιξὶν φιλο/τειμοτάτη κ[αὶ ἀξιωτάτη γέ]γονεν δεδόχθαι ἐπῃ/νῆσθαι μὲ[ν ἐπὶ τούτοις ἀναγ]ορεύ[εσ]θαι δὲ καὶ / στεφανοῦ[σθαι Ἄβαν Ἑκαταίου ἐν πᾶσιν ἑ]ορταῖς με[τέ]/χειν δὲ αὐ[τὴν καὶ τῶν ἄλλων] τειμῶν ΕΥ[3 καὶ] / εἰκόνων γ[ραπτῶν 3] / [3]εισγ[3] / [3]λλ[3] / [6]
material: lapis


imprint data protection disclaimer